← 普鲁塔克

庞培传

§40.1-40.5

释奴德米特里乌斯的权势与奢华

记述了庞培的释奴德米特里乌斯的傲慢与奢华,列举了迦图在安条克遭遇迎候人群的轶事,并将其奢靡排场与庞培本人的朴素作风进行对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

ὁ δὲ μέγιστον δυνάμενος παρʼ αὐτῷ Δημήτριος ἦν ἀπελεύθερος, οὐκ ἄφρων εἰς τἆλλα νεανίας, ἄγαν δὲ τῇ τύχῃ χρώμενος· περὶ οὗ καὶ τοιόνδε τι λέγεται, Κάτων ὁ φιλόσοφος ἔτι μὲν ὢν νέος, ἤδη δὲ μεγάλην ἔχων δόξαν καὶ μέγα φρονῶν, ἀνέβαινεν εἰς Ἀντιόχειαν, οὐκ ὄντος αὐτόθι Πομπηΐου, βουλόμενος ἱστορῆσαι τὴν πόλιν.

然而,在他身边最有权势的人,乃是其释奴德米特里乌斯;此人在其他方面并非缺乏头脑的青年,但极度骄纵放肆地滥用自己的运势。关于他,还有这样一段传闻:哲学家迦图当时虽尚年轻,却已享有盛名且意气昂扬;趁着庞培不在当地之际,他前往安条克,打算考察那座城市。

§40.2

αὐτὸς μὲν οὖν, ὥσπερ ἀεί, πεζὸς ἐβάδιζεν, οἱ δὲ φίλοι συνώδευον ἵπποις χρώμενοι. κατιδὼν δὲ πρὸ τῆς πύλης ὄχλον ἀνδρῶν ἐν ἐσθῆσι λευκαῖς καὶ παρὰ τὴν ὁδὸν ἔνθεν μὲν τοὺς ἐφήβους, ἔνθεν δὲ τοὺς παῖδας διακεκριμένους, ἐδυσχέραινεν οἰόμενος εἰς τιμήν τινα καὶ θεραπείαν ἑαυτοῦ μηδὲν δεομένου1 ταῦτα γίνεσθαι.

迦图本人如往常一样徒步而行,他的友人们则骑马随行。当他望见城门前聚集着一群身穿白袍的男子,沿路一侧整齐排列着青年,另一侧排列着少年时,便心生不快,以为这番排场是为尊崇和款待自己而设,而他自己对此毫不需要。

§40.3

τοὺς μέντοι φίλους ἐκέλευσε καταβῆναι καὶ πορεύεσθαι μετʼ αὐτοῦ· γενομένοις δὲ πλησίον2 ὁ πάντα διακοσμῶν ἐκεῖνα καὶ καθιστὰς ἔχων στέφανον καὶ ῥάβδον ἀπήντησε, πυνθανόμενος παρʼ αὐτῶν ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πότε ἀφίξεται. τοὺς μὲν οὖν φίλους τοῦ Κάτωνος γέλως ἔλαβεν, ὁ δὲ Κάτων εἰπών, ὢ τῆς ἀθλίας πόλεως,3 παρῆλθεν, οὐδὲν ἕτερον ἀποκρινάμενος.

然而,他还是吩咐友人下马,同他一起步行;当他们走近时,那位筹办主持这一切、手执花环与权杖的司仪迎上前来,向他们打听把德米特里乌斯落在何处,他何时才能到达。迦图的友人们不禁哄堂大笑,而迦图只是叹道: “啊,可悲的城市!” 说罢便走了过去,再未作任何回答。

§40.4

οὐ μὴν ἀλλὰ καὶ τοῖς ἄλλοις τοῦτον τὸν Δημήτριον ἧττον ἐπίφθονον ἐποίει αὐτὸς ὁ Πομπήϊος ἐντρυφώμενος ὑπʼ αὐτοῦ καὶ μὴ δυσκολαίνων. λέγεται γάρ, ὅτι πολλάκις ἐν ταῖς ὑποδοχαῖς τοῦ Πομπηΐου προσμένοντος καὶ δεχομένου τοὺς ἄλλους ἐκεῖνος ἤδη κατέκειτο σοβαρός, ἔχων διʼ ὤτων κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον.

不过,庞培本人听凭德米特里乌斯对自己傲慢无礼而不动怒,这也使得这个德米特里乌斯在他人眼中显得不那么招人嫉恨。因为据说,往往在宴席接待之际,当庞培还在迎候接待其他客人时,那人却早已傲慢地斜倚在榻上,斗篷拉过头顶直至双耳。

§40.5

οὔπω δὲ εἰς Ἰταλίαν ἐπανεληλυθὼς ἐκέκτητο τῆς Ῥώμης τὰ ἥδιστα προάστεια καὶ τῶν ἡβητηρίων τὰ κάλλιστα, καὶ κῆποι πολυτελεῖς ἦσαν ὀνομαζόμενοι Δημητρίου· καίτοι Πομπήϊος αὐτὸς ἄχρι τοῦ τρίτου θριάμβου μετρίως καὶ ἀφελῶς ᾤκησεν. ὕστερον δὲ Ῥωμαίοις τοῦτο δὴ τὸ καλὸν καὶ περιβόητον ἀνιστὰς θέατρον, ὥσπερ ἐφόλκιόν τι, παρετεκτήνατο λαμπροτέραν οἰκίαν ἐκείνης,4 ἀνεπίφθονον δὲ καὶ ταύτην, ὥστε τὸν γενόμενον δεσπότην αὐτῆς μετὰ Πομπήϊον εἰσελθόντα θαυμάζειν καὶ πυνθάνεσθαι ποῦ Πομπήϊος Μάγνος ἐδείπνει. ταῦτα μὲν οὖν οὕτω λέγεται.

此外,在尚未返回意大利之前,德米特里乌斯便已在罗马拥有最舒适的郊野庄园和最秀丽的体育场馆,奢华的花园亦以德米特里乌斯之名著称;然而庞培本人直到第三次凯旋式为止,所居之所都十分简朴适度。后来他为罗马人营建起那座壮丽闻名的剧场时,犹如附设拖艇一般,在剧场旁盖了一所比原先更为华丽、却依然不致招人嫉恨的宅邸;以至于在庞培之后成为该屋主人的人步入其中时,竟惊叹地询问大庞培以往究竟在哪里用餐。关于这些事情,大抵流传如此。

语法注4 条
  1. 40.2ἑαυτοῦ μηδὲν δεομένου

    分词 μηδὲν δεομένου(意为“毫不需要此物”)在性、数、格上与依附于名词 θεραπείαν 的宾格性属格反身代词 ἑαυτοῦ 一致。此结构并非属格独立结构,而是直接修饰 ἑαυτοῦ,表“对完全不需要这一切的自己之款待”。

  2. 40.3γενομένοις δὲ πλησίον

    与格分词结构。该分词在性、数、格上与主动词 ἀπήντησε(支配与格,“迎接……”)意义上的间接宾语(即迦图及其随行人员)相一致,表示时间背景:“当他们走近时,便迎上前来”。

  3. 40.3ὢ τῆς ἀθλίας πόλεως

    由感叹词 ὢ 引出的感叹属格(genitive of exclamation),用于表达对该城邦谄媚与沉沦的强烈叹惋与悲愤。

  4. 40.5ὥσπερ ἐφόλκιόν τι, παρετεκτήνατο λαμπροτέραν οἰκίαν ἐκείνης

    名词 ἐφόλκιον 原指大船后所拖挂的小舟或拖艇,此处用作比喻,指庞培在巍峨剧场之侧如附设小舟般建起该房屋。λαμπροτέραν 后面的 ἐκείνης 为比较属格,指代庞培此前所居的简朴旧宅。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:40.1-40.5