- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:39.1-39.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培对米特拉达梯实施海上粮道封锁后继续进军,收葬战死者遗骨,兼并叙利亚,平定犹地亚,并投入大量精力调解争端与行使裁判权。
διὸ τούτῳ μὲν εἰπὼν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν,1 ἐπέστησε φυλακὰς τῶν νεῶν ἐπὶ τοὺς πλέοντας εἰς Βόσπορον ἐμπόρους· καὶ θάνατος ἦν ἡ ζημία τοῖς ἁλισκομένοις. ἀναλαβὼν δὲ τῆς στρατιᾶς τὴν πληθὺν συχνὴν προῆγε· καὶ τῶν μετὰ Τριαρίου πρὸς Μιθριδάτην ἀτυχῶς ἀγωνισαμένων καὶ πεσόντων ἐντυχὼν ἀτάφοις ἔτι τοῖς νεκροῖς, ἔθαψε λαμπρῶς καὶ φιλοτίμως ἅπαντας, ὃ δοκεῖ παραλειφθὲν οὐχ ἥκιστα Λευκόλλῳ μίσους αἴτιον γενέσθαι.2
因此,他声称自己要给米特拉达梯留下一位比自己更为强大的敌人——饥荒,于是派遣战船设立警戒线,拦截驶往博斯普鲁斯的商贾,而被捕获者的惩罚则是死刑。随后,他率领大部分军队继续推进;途中遇到此前在特里阿里乌斯麾下与米特拉达梯交战失利而阵亡者的遗骸仍弃置未葬,便以极其隆重且尊荣的方式安葬了所有人。这桩后事的被荒废,据普遍看法正是卢库鲁斯招致憎恨的一大主因。
χειρωσάμενος δὲ διʼ Ἀφρανίου τοὺς περὶ Ἀμανὸν Ἄραβας καὶ καταβὰς αὐτὸς εἰς Συρίαν, ταύτην μὲν ὡς οὐκ ἔχουσαν γνησίους βασιλεῖς ἐπαρχίαν ἀπέφηνε καὶ κτῆμα τοῦ δήμου Ῥωμαίων, τὴν δὲ Ἰουδαίαν κατεστρέψατο, καὶ συνέλαβεν Ἀριστόβουλον τὸν βασιλέα. πόλεις δὲ τὰς μὲν ἔκτιζε, τὰς δὲ ἠλευθέρου κολάζων τοὺς ἐν αὐταῖς τυράννους.
他通过阿夫拉尼乌斯制服了阿马努斯山周边的阿拉伯人,自己则亲自进入叙利亚,以该地缺乏正统君主为由,宣布将其变为行省和罗马人民的产业;他又征服了犹地亚,俘获了国王阿里斯托布鲁斯。对于各城邦,有的予以营建,有的则通过惩处城内的僭主而赐予其自由。
τὴν δὲ πλείστην διατριβὴν ἐν τῷ δικάζειν ἐποιεῖτο, πόλεων καὶ βασιλέων ἀμφισβητήματα διαιτῶν, ἐφʼ ἃ δὲ αὐτὸς οὐκ ἐξικνεῖτο, πέμπων τοὺς φίλους, ὥσπερ Ἀρμενίοις καὶ Πάρθοις περὶ ἧς διεφέροντο χώρας τὴν κρίσιν ποιησαμένοις ἐπʼ αὐτῷ3 τρεῖς ἀπέστειλε κριτὰς καὶ διαλλακτάς.
他把大部分时间用于行使审判权,调解各城邦与诸王之间的纷争;至于自己无法顾及之事,则派遣友人代为办理,例如当亚美尼亚人与帕提亚人就争议领土的裁决托付给他时,他便派遣了三名审判官兼调停者前去处理。
μέγα μὲν γὰρ ἦν ὄνομα τῆς δυνάμεως, οὐκ ἔλαττον δὲ τῆς ἀρετῆς καὶ πρᾳότητος· ᾧ καὶ τὰ πλεῖστα τῶν περὶ αὐτὸν ἁμαρτήματα φίλων καὶ συνήθων ἀπέκρυπτε,4 κωλύειν μὲν ἢ κολάζειν τοὺς πονηρευομένους οὐ πεφυκώς, αὑτὸν δὲ παρέχων τοῖς ἐντυγχάνουσι τοιοῦτον ὥστε καὶ τὰς ἐκείνων πλεονεξίας καὶ βαρύτητας εὐκόλως ὑπομένειν.
因为他的权势之名固然显赫,但他德行与温厚的声誉也毫不逊色。他也借此掩盖了身旁友人及亲随所犯下的大部分过失;他生性不善于制止或惩处作恶之人,但他在与人交往时所展现的风度,却使得人们能够甘心忍受其部下的贪婪与苛暴。
- 39.1ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν
ἰσχυρότερον... πολέμιον 为宾语补足语(谓语宾格),τὸν λιμόν 为不定式 ἀπολείψειν 的直接宾语(宾格)。ἑαυτοῦ 为从属于比较级 ἰσχυρότερον 的比较属格,整句意为“把饥荒作为比自己更强大的敌人留下来”。
- 39.1ὃ δοκεῖ παραλειφθὲν οὐχ ἥκιστα Λευκόλλῳ μίσους αἴτιον γενέσθαι
中性关系代词 ὃ 指代前文安葬遗体之事(或遗体被弃置一事),与被动分词 παραλειφθὲν(被荒废/忽略)一同充当不定式短语 αἴτιον γενέσθαι 的主语,表述“此事的被忽视被认为是卢库鲁斯招致憎恨的一大原因”。
- 39.3τὴν κρίσιν ποιησαμένοις ἐπʼ αὐτῷ
与格分词 ποιησαμένοις 与前面的 Ἀρμενίοις καὶ Πάρθοις 一致。中动态 ποιέομαι 与介词短语 ἐπʼ αὐτῷ(交予他/在他主持下)搭配,表示“将裁决托付于他”之意。
- 39.4ᾧ καὶ τὰ πλεῖστα τῶν περὶ αὐτὸν ἁμαρτήματα φίλων καὶ συνήθων ἀπέκρυπτε
关系代词与格 ᾧ 以紧邻在前的美德与温厚之名望(ὄνομα τῆς ἀρετῆς καὶ πρᾳότητος)为先行词,作方式/工具与格。及物动词 ἀπέκρυπτε 的主语为庞培,意为“他也以此掩盖了其友人与随从的大部分罪过”。
