← 普鲁塔克

庞培传

§38.1-38.3

阿米苏斯的行省整顿与进军红海的企图

庞培进抵阿米苏斯后,在战事未平之际便着手整顿行省并分发赏赐,重蹈了他曾讥讽卢库鲁斯的覆辙。他因讨好来附的诸王而贬抑帕提亚国王的称号,并图谋向红海进军,以期触及环绕大洋并完结自己的远征之环。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

ἐντεῦθεν εἰς Ἀμισὸν ἐλθὼν ὁ Πομπήϊος πάθος νεμεσητὸν ὑπὸ φιλοτιμίας ἔπαθε. πολλὰ γὰρ τὸν Λεύκολλον ἐπικερτομήσας, ὅτι τοῦ πολεμίου ζῶντος ἔγραφε διατάξεις καὶ δωρεὰς ἔνεμε καὶ τιμάς, ἃ συνῃρημένου πολέμου καὶ πέρας ἔχοντος εἰώθασι ποιεῖν οἱ νενικηκότες, αὐτὸς ἐν Βοσπόρῳ Μιθριδάτου κρατοῦντος καὶ συνειλοχότος ἀξιόμαχον δύναμιν, ὡς δὴ συντετελεσμένων ἁπάντων, ἔπραττε ταὐτά,1 διακοσμῶν τὰς ἐπαρχίας καὶ διανέμων δωρεάς, πολλῶν μὲν ἡγεμόνων καὶ δυναστῶν, βασιλέων δὲ δώδεκα βαρβάρων ἀφιγμένων πρὸς αὐτόν, ὅθεν οὐδὲ ἠξίωσε τὸν Πάρθον ἀντιγράφων, ὥσπερ οἱ λοιποί, βασιλέα βασιλέων προσαγορεῦσαι, τοῖς ἄλλοις χαριζόμενος.2 αὐτὸν δέ τις ἔρως καὶ ζῆλος εἶχε Συρίαν ἀναλαβεῖν καὶ διὰ τῆς Ἀραβίας ἐπὶ τὴν ἐρυθρὰν ἐλάσαι θάλασσαν, ὡς τῷ περιϊόντι τὴν οἰκουμένην πανταχόθεν Ὠκεανῷ προσμίξειε νικῶν·

庞培从那里来到阿米苏斯,由于好大喜功,陷入了招致神谴的过错。因为他曾经屡屡讥讽卢库鲁斯,指责后者在敌人尚存之际就颁发施政法令、分发赏赐与荣誉——而这些本是战胜者在战事平定、尘埃落定之后依例所为之事——如今,就在米特拉达梯依然统治博斯普鲁斯并聚集了一支不可小觑的军队之时,他自己却仿佛一切皆已大功告成一般,做出了完全相同的事情,开始整顿行省、分发赏赐,许多首领、统治者以及十二位异族君王来到他身边。正因如此,为了讨好其余诸王,他在给帕提亚国王的复信中甚至不屑像其他人那样称其为“万王之王”。此外,一种渴望与野心占据了他的心头,想要接管叙利亚,并穿过阿拉伯进军至红海,以便能作为胜利者,与四面环绕人居世界的大洋汇合。

§38.3

καὶ γὰρ ἐν Λιβύῃ πρῶτος ἄχρι τῆς ἐκτὸς θαλάσσης κρατῶν προῆλθε, καὶ τὴν ἐν Ἰβηρίᾳ πάλιν ἀρχὴν ὡρίσατο Ῥωμαίοις τῷ Ἀτλαντικῷ πελάγει, καὶ τρίτον ἔναγχος Ἀλβανοὺς διώκων ὀλίγον ἐδέησεν ἐμβαλεῖν3 εἰς τὴν Ὑρκανίαν θάλασσαν, ὡς οὖν συνάψων τῇ ἐρυθρᾷ τὴν περίοδον τῆς στρατείας ἀνίστατο.4 καὶ γὰρ ἄλλως τὸν Μιθριδάτην ἑώρα δυσθήρατον ὄντα τοῖς ὅπλοις καὶ φεύγοντα χαλεπώτερον ἢ μαχόμενον.

因为他在利比亚确实曾首度作为胜利者进抵外海;在伊比利亚,他又以大西洋确立了罗马的统治边界;第三次则是在不久前追击阿尔巴尼亚人时,险些推进到里海(许尔卡尼亚海);因此,他准备进军,以期在红海完成其整个远征的圆环。因为除此之外,他也看清米特拉达梯是很难用武力捕获的,他在逃亡时往往比交战时更加难缠。

语法注4 条
  1. 38.1πολλὰ γὰρ τὸν Λεύκολλον ἐπικερτομήσας... αὐτὸς... ἔπραττε ταὐτά

    该句骨干为分词从句 πολλὰ ... ἐπικερτομήσας(“尽管他曾屡屡讥讽卢库鲁斯”)作让步状语修饰主句主语 αὐτός,其统领的主动词为 ἔπραττε ταὐτά(“做出了完全相同的事情”)。ὅτι 引导的对卢库鲁斯的指责内容与庞培当下的举动(αὐτὸς ἐν Βοσπόρῳ ...)构成了鲜明的对称与对比。

  2. 38.2τοῖς ἄλλοις χαριζόμενος

    分词 χαριζόμενος 支配与格短语 τοῖς ἄλλοις,在此作原因或伴随方式状语,意为“为了讨好其他人(即上文提及的已来朝觐的十二位异族君王)/对其他诸王示好”。庞培不愿单独抬高帕提亚王为“万王之王”,以此取悦归附的其余王公。

  3. 38.3ὀλίγον ἐδέησεν ἐμβαλεῖν

    这是古典希腊语中的惯用句型,由人称动词 ἐδέησεν(δέω“差、欠缺”的不定过去时)加上表示程度的对格副词 ὀλίγον 以及不定词 ἐμβαλεῖν 构成,意为“差一点就……/险些进抵……”。

  4. 38.3ὡς οὖν συνάψων τῇ ἐρυθρᾷ τὴν περίοδον τῆς στρατείας ἀνίστατο

    ὡς 连同将来时分词 συνάψων 一起使用,表示主观的意图或目的,意为“打算/企图在红海合拢其征战的闭环”。主动词 ἀνίστατο(未完成过去时)在此表示起程出征、率军出发。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:38.1-38.3