← 普鲁塔克

庞培传

§37.1-37.3

米特拉达梯机密文书的发现与泰奥法内斯的捏造

庞培在凯农发现了米特拉达梯的机密档案,从中揭露了其下毒罪行、私信和解梦记录;对于泰奥法内斯关于鲁蒂利乌斯煽动屠杀罗马人文书的说法,多数人认为是出于私怨和迎合庞培的捏造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ἐν δὲ τῷ Καινῷ φρουρίῳ καὶ γράμμασιν ἀπορρήτοις ὁ Πομπήϊος ἐνέτυχε τοῦ Μιθριδάτου, καὶ διῆλθεν οὐκ ἀηδῶς αὐτὰ πολλὴν ἔχοντα τοῦ ἤθους κατανόησιν. ὑπομνήματα γὰρ ἦν, ἐξ ὧν ἐφωράθη φαρμάκοις ἄλλους τε πολλοὺς καὶ τὸν υἱὸν Ἀριαράθην ἀνῃρηκὼς1 καὶ τὸν Σαρδιανὸν Ἀλκαῖον, ὅτι παρευδοκίμησεν αὐτὸν ἵππους ἀγωνιστὰς ἐλαύνων.

在凯农要塞,庞培还偶然发现了米特拉达梯的秘密文书,由于这些文书极有助于洞察国王的性格,他饶有兴致地将其通读了一遍。因为这些都是备忘录,从中揭发了他曾用毒药杀害过许多人,包括其子阿里阿拉特斯,以及萨底斯人阿尔卡埃乌斯——起因竟是后者在驾驭赛马时胜过了他。

§37.2

ἦσαν δὲ ἀναγεγραμμέναι καὶ κρίσεις ἐνυπνίων, ὧν τὰ μὲν αὐτὸς ἑωράκει, τὰ δὲ ἔνιαι τῶν γυναικῶν, ἐπιστολαί τε Μονίμης πρὸς αὐτὸν ἀκόλαστοι καὶ πάλιν ἐκείνου πρὸς αὐτήν. Θεοφάνης δὲ καὶ Ῥουτιλίου λόγον εὑρεθῆναί φησι παροξυντικὸν ἐπὶ τὴν ἀναίρεσιν τῶν ἐν Ἀσίᾳ Ῥωμαίων.

其中还记录了对梦境的占解,这些梦有些是他自己所见,有些是他的某些侍妾所见;此外还有莫妮梅写给他的淫靡书信,以及他回给莫妮梅的复信。然而泰奥法内斯声称,还发现了一篇鲁蒂利乌斯的演讲词,煽动去屠杀在亚细亚的罗马人。

§37.3

ὃ καλῶς εἰκάζουσιν οἱ πλεῖστοι κακοήθευμα τοῦ Θεοφάνους εἶναι,2 τάχα μὲν οὐδὲν αὐτῷ τὸν Ῥουτίλιον ἐοικότα μισοῦντος, εἰκὸς δὲ καὶ διὰ Πομπήϊον,3 οὗ τὸν πατέρα παμπόνηρον ἀπέδειξεν ὁ Ῥουτίλιος ἐν ταῖς ἱστορίαις.

大多数人很合情理地推测这是泰奥法内斯的恶意中伤,或许是因为他憎恨与自己毫无相似之处的鲁蒂利乌斯,但大概也由于庞培的缘故,因为鲁蒂利乌斯在其史书中曾将庞培的父亲描绘为一个恶贯满盈之人。

语法注3 条
  1. 37.1ἐφωράθη... ἀνῃρηκώς

    与被动语态动词 ἐφωράθη(被发现、败露)连用的补充主格分词结构。完成时能动分词 ἀνῃρηκώς 在性和数上与主语(米特拉达梯)一致,意为“他被发觉杀害了……”。

  2. 37.3ὃ καλῶς εἰκάζουσιν οἱ πλεῖστοι κακοήθευμα τοῦ Θεοφάνους εἶναι

    中性关系代名词 ὅ 指代前一句的整项陈述(即声称发现了鲁蒂利乌斯演说词一事),并在间接引语的不定式结构(κακοήθευμα... εἶναι)中充当宾格主语:“大多数人合情理地推测这件事是泰奥法内斯的恶意捏造”。

  3. 37.3τάχα μὲν οὐδὲν αὐτῷ τὸν Ῥουτίλιον ἐοικότα μισοῦντος, εἰκὸς δὲ καὶ διὰ Πομπήϊον

    属格分词 μισοῦντος 与前面的 Θεοφάνους 保持一致,表原因(“或许因憎恨……”)。前半句的分词短语与后半句由 εἰκὸς δὲ καί 引出的介词短语 διὰ Πομπήϊον(“但也可能是为了庞培的缘故”)通过 μὲν ... δέ 构成并列对比,后半句省略了对应的述谓分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:37.1-37.3