← 普鲁塔克

庞培传

§36.1-36.7

退兵小亚美尼亚与斯特拉托妮克献宝

庞培因毒蛇阻碍无法继续挺进里海而退往小亚美尼亚,处理了周边各王事务并驱逐帕提亚人。他将米特拉达梯的侍妾悉数送还其家族,记述了献出要塞的宠妾斯特拉托妮克之父的轶事,并展现出庞培只将珍宝用于神庙、凯旋式和国库的公心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

ὁρμήσας δὲ μετὰ τὴν μάχην ὁ Πομπήϊος ἐλαύνειν ἐπὶ τὴν Ὑρκανίαν καὶ Κασπίαν θάλασσαν, ὑπὸ πλήθους ἑρπετῶν θανασίμων ἀπετράπη τριῶν ὁδὸν ἡμερῶν ἀποσχών, εἰς δὲ τὴν μικρὰν Ἀρμενίαν ἀνεχώρησε.

战后,庞培出发进军希尔卡尼亚海与里海,但仅距三日程时,因致命的毒蛇数量极多而被迫折返,退往小亚美尼亚。

§36.2

καὶ τῷ μὲν Ἐλυμαίων καὶ Μήδων βασιλεῖ πέμψασι1 πρέσβεις ἀντέγραψε φιλικῶς, τὸν δὲ Πάρθον, εἰς τὴν Γορδυηνὴν ἐμβεβληκότα καὶ περικόπτοντα τοὺς ὑπὸ Τιγράνῃ, πέμψας μετὰ Ἀφρανίου δύναμιν ἐξήλασε διωχθέντα μέχρι τῆς Ἀρβηλίτιδος. ὅσαι δὲ τῶν Μιθριδάτου παλλακίδων ἀνήχθησαν, οὐδεμίαν ἔγνω,2 πάσας δὲ τοῖς γονεῦσι καὶ οἰκείοις ἀνέπεμπεν. ἦσαν γὰρ αἱ πολλαὶ θυγατέρες καὶ γυναῖκες στρατηγῶν καὶ δυναστῶν.

对派遣使节前来的埃利迈斯人和米底人的君王,他写了友善的复信;但对于侵入戈杜埃内并劫掠提格兰尼斯治下民众的帕提亚人,他派阿夫拉尼乌斯率军将其逐出,并一路追击至阿尔比利蒂斯。此外,解送来的米特拉达梯侍妾,他一个未曾染指,全部送还给她们的父母和亲族;因为她们大多数是将领和统治者的女儿与妻子。

§36.3

Στρατονίκη δέ, ἣ μέγιστον εἶχεν ἀξίωμα καὶ τὸ πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττεν, ἦν μέν, ὡς ἔοικε, ψάλτου τινὸς οὐχ εὐτυχοῦς τἆλλα, πρεσβύτου δὲ θυγάτηρ, οὕτω δὲ εὐθὺς εἷλε παρὰ πότον ψήλασα τὸν Μιθριδάτην, ὥστε ἐκείνην μὲν ἔχων ἀνεπαύετο, τὸν δὲ πρεσβύτην ἀπέπεμψε δυσφοροῦντα τῷ μηδὲ προσρήσεως τυχεῖν ἐπιεικοῦς.

享有最高权位、镇守各要塞中储藏黄金最多的一座城堡的斯特拉托妮克,据说本是一个在别的事情上境况不佳的操琴老翁的女儿;但她在酒席上弹琴献艺,立刻抓住了米特拉达梯的心,以致国王将她留在身边歇息,却把老翁打发了出去,老翁因连一句温和的问候都没得到而愤愤不平。

§36.4

ὡς μέντοι περὶ ὄρθρον ἐγερθεὶς εἶδεν ἔνδον ἐκπωμάτων μὲν ἀργυρῶν καὶ χρυσῶν τραπέζας, ὄχλον δὲ θεραπείας πολύν, εὐνούχους δὲ καὶ παῖδας ἱμάτια τῶν πολυτελῶν προσφέροντας αὐτῷ, καὶ πρὸ τῆς θύρας ἵππον ἑστῶτα κεκοσμημένον ὥσπερ οἱ τῶν φίλων τοῦ βασιλέως,3 χλευασμὸν εἶναι τὸ χρῆμα καὶ παιδιὰν ἡγούμενος ὥρμησε φεύγειν διὰ θυρῶν.

然而天明时分醒来,老翁见到屋内摆满了陈放金银杯盏的几案,侍从云集,宦官和仆役为他端来华丽的衣物,门前还立着一匹宛如国王密友之座驾般装饰齐整的骏马;他以为这全是戏弄与恶作剧,便急欲夺门而逃。

§36.5

τῶν δὲ θεραπόντων ἀντιλαμβανομένων, καὶ λεγόντων ὅτι πλουσίου τεθνηκότος ἔναγχος οἶκον αὐτῷ μέγαν ὁ βασιλεὺς δεδώρηται, καὶ ταῦτα μικραί τινες ἀπαρχαὶ καὶ δείγματα τῶν ἄλλων χρημάτων καὶ κτημάτων εἰσίν, οὕτω πιστεύσας μόλις καὶ τὴν πορφύραν ἀναλαβὼν καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνε διὰ τῆς πόλεως βοῶν· ἐμὰ ταῦτα πάντα ἐστί.

仆人们拉住了他,告诉他说国王刚把一位去世富翁的庞大产业赐予了他,而这些不过是其余钱财和产业中微不足道的初熟之果与样品罢了;老翁这才勉强信以为真,穿上紫袍,跃上马背,驰骋过全城高喊着: “这些全都是我的了!”

§36.6

πρὸς δὲ τοὺς καταγελῶντας οὐ τοῦτο ἔλεγεν εἶναι θαυμαστόν, ἀλλʼ ὅτι μὴ λίθοις βάλλει τοὺς ἀπαντῶντας ὑφʼ ἡδονῆς μαινόμενος, ταύτης μὲν ἦν καὶ γενεᾶς καὶ αἵματος ἡ Στρατονίκη. τῷ δὲ Πομπηΐῳ καὶ τὸ χωρίον παρεδίδου τοῦτο καὶ δῶρα πολλὰ προσήνεγκεν, ὧν ἐκεῖνος ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρέξειν ἐφαίνετο λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἐκέλευε κεκτῆσθαι χαίρουσαν.

面对嘲笑他的人,他说这并不足为奇,令人惊奇的倒是他竟未因喜极发狂而向迎面走来的人扔掷石头。斯特拉托妮克便是出自这样的门第与血统。她将这处要塞献给了庞培,并送来丰厚的礼物;但庞培只收下了那些看似能给神庙增添装饰、为凯旋式带来光彩的物品,命斯特拉托妮克放心地保有其余一切。

§36.7

ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Ἰβήρων κλίνην τε καὶ τράπεζαν καὶ θρόνον, ἅπαντα χρυσᾶ, πέμψαντος αὐτῷ καὶ δεηθέντος λαβεῖν, καὶ ταῦτα τοῖς ταμίαις παρέδωκεν εἰς τὸ δημόσιον.

同样,当伊比利亚国王送给他一张卧榻、一张几案和一把宝座(全用纯金制成)并恳请他收下时,他也将这些尽数移交给财务官充公入库。

语法注3 条
  1. 36.2τῷ μὲν Ἐλυμαίων καὶ Μήδων βασιλεῖ πέμψασι

    分词 πέμψασι 为与格复数,而它所修饰的名词 βασιλεῖ 形式上为单数。这是依义合一句法(synesis),因为埃利迈斯人和米底人的君王在实质上指代两位君王(或君王及其使团),因此在意义上采用了复数形式呼应。

  2. 36.2οὐδεμίαν ἔγνω

    动词 ἔγνω(γινώσκω 的不定过去时)在此为委婉用法,意为“行房、在肉体上知晓”(carnal knowledge),表明庞培对被俘的米特拉达梯侍妾恪守自制,未曾染指。

  3. 36.4ὥσπερ οἱ τῶν φίλων τοῦ βασιλέως

    虽然比喻句修饰的是宾格短语 ἵππον... κεκοσμημένον,但此处冠词却为复数主格 οἱ。这是由于比较分句中的省略结构所致,即 ὥσπερ [ἵπποι εἰσὶν] οἱ τῶν φίλων τοῦ βασιλέως(正如国王密友们的坐骑那样),主格主语得以保留。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:36.1-36.7