← 普鲁塔克

庞培传

§35.1-35.4

阿巴斯河之战与亚马逊人的传说

面对追击米特拉达梯的重重困难和阿尔巴尼亚人的再度叛乱,庞培在阿巴斯河战役中击溃敌军并亲斩国王之弟科西斯,文中亦提及亚马逊人参战的传闻与风俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

ἡ μὲν οὖν Μιθριδάτου δίωξις ἐνδεδυκότος εἰς τὰ περὶ Βόσπορον ἔθνη καὶ τὴν Μαιῶτιν ἀπορίας εἶχε μεγάλας· Ἀλβανοὶ δὲ αὖθις ἀφεστῶτες αὐτῷ προσηγγέλθησαν.1 πρὸς οὓς ὑπʼ ὀργῆς καὶ φιλονεικίας ἐπιστρέψας τόν τε Κύρνον μόλις καὶ παραβόλως πάλιν διεπέρασεν ἐπὶ πολὺ σταυροῖς ὑπὸ τῶν βαρβάρων ἀποκεχαρακωμένον, καὶ μακρᾶς αὐτὸν ἐκδεχομένης ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, μυρίους ἀσκοὺς ὕδατος ἐμπλησάμενος ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, καὶ κατέλαβε πρὸς Ἄβαντι ποταμῷ παρατεταγμένους ἑξακισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππεῖς ἐπὶ μυρίοις,2 ὡπλισμένους δὲ φαύλως καὶ δέρμασι θηρίων τοὺς πολλούς, ἡγεῖτο δὲ αὐτῶν βασιλέως ἀδελφὸς ὄνομα Κῶσις.

因此,追击遁入博斯普鲁斯和迈奥蒂斯湖周边各族的米特拉达梯困难重重;此时庞培又接报称阿尔巴尼亚人再度反叛。庞培因愤怒和争强好胜之心回师向他们扑去,冒着险阻艰难地重新渡过了库尔努斯河,该河已被蛮族在很长的河段上插设木桩筑起栅栏;又因一段漫长干燥而艰苦的征程在前方等待着他,他装满了一万个皮囊的水,向敌人进逼。在阿巴斯河畔,他发现六万步兵和一万二千骑兵已列成战阵,但他们装备简陋,大多数人披着野兽皮,由国王名叫科西斯的弟弟统领。

§35.3

οὗτος ἐν χερσὶ τῆς μάχης γενομένης3 ἐπὶ τόν Πομπήϊον ὁρμήσας αὐτὸν ἔβαλεν ἐπὶ τὴν τοῦ θώρακος ἐπιπτυχὴν ἀκοντίσματι, Πομπήϊος δὲ ἐκεῖνον ἐκ χειρὸς διελάσας ἀνεῖλεν. ἐν ταύτῃ τῇ μάχῃ λέγονται καὶ Ἀμαζόνες συναγωνίσασθαι τοῖς βαρβάροις, ἀπὸ τῶν περὶ τόν Θερμώδοντα ποταμὸν ὀρῶν καταβᾶσαι. μετὰ γὰρ τὴν μάχην σκυλεύοντες οἱ Ῥωμαῖοι τοὺς βαρβάρους πέλταις Ἀμαζονικαῖς καὶ κοθόρνοις ἐνετύγχανον, σῶμα δὲ οὐδὲν ὤφθη γυναικεῖον.

当战斗演变成贴身肉搏时,此人冲向庞培,用投枪击中了庞培胸甲叠合之处;庞培却在近身处一击将他贯穿刺死。据说在这场战斗中,亚马逊人也与蛮族并肩作战,她们是从塞尔莫冬河周围的山地赶下来的。因为战后罗马人剥取蛮族尸骸上的战利品时,发现了亚马逊轻盾和高筒靴,却未曾见到一具女性的尸身。

§35.4

νέμονται δὲ τοῦ Καυκάσου τὰ καθήκοντα πρὸς τὴν Ὑρκανίαν θάλασσαν, οὐχ ὁμοροῦσαι τοῖς Ἀλβανοῖς, ἀλλὰ Γέλαι καὶ Λῆγες οἰκοῦσι διὰ μέσου· καὶ τούτοις ἔτους ἑκάστου δύο μῆνας εἰς ταὐτὸ φοιτῶσαι περὶ τόν Θερμώδοντα ποταμὸν ὁμιλοῦσιν, εἶτα καθʼ αὑτὰς ἀπαλλαγεῖσαι βιοτεύουσιν.

她们居住在高加索面向希尔卡尼亚海倾斜的区域,并不与阿尔巴尼亚人毗邻,而是隔着格莱人和莱格斯人;每年有两月时间,她们来到塞尔莫冬河畔的同一处地点与这些人交合,随后便离去单独生活。

语法注3 条
  1. 35.1Ἀλβανοὶ δὲ αὖθις ἀφεστῶτες αὐτῷ προσηγγέλθησαν

    此为带有报道动词被动态的人称结构(主格分词结构 nominativus cum participio)。希腊语没有采用无人称句(“有人向他报告阿尔巴尼亚人反叛”),而是将 Ἀλβανοὶ 作为主语,并使完成时主动分词 ἀφεστῶτες 在主格复数上与其保持一致。

  2. 35.2δισχιλίους ἱππεῖς ἐπὶ μυρίοις

    介词 ἐπί 搭配与格表示数字累加的惯用表达。“在一万之上又加二千骑兵”,即总计一万二千名骑兵。

  3. 35.3ἐν χερσὶ τῆς μάχης γενομένης

    由习语 ἐν χερσὶ γίγνεται(“演变为肉搏战”、“进入近身距离”)构成的属格独立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:35.1-35.4