- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:34.1-34.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培在追击米特拉达梯途中进军高加索地区,击溃了发动奇袭的阿尔巴尼亚人并与之媾和,随后在大战中击破骁勇的伊比利亚人,进抵科尔基斯。
καταλιπὼν δὲ φρουρὸν Ἀρμενίας Ἀφράνιον αὐτὸς ἐβάδιζε διὰ τῶν περιοικούντων τὸν Καύκασον ἐθνῶν ἀναγκαίως ἐπὶ Μιθριδάτην. μέγιστα δὲ αὐτῶν ἐστιν ἔθνη Ἀλβανοὶ καὶ Ἴβηρες, Ἴβηρες μὲν ἐπὶ τὰ Μοσχικὰ ὄρη καὶ τὸν Πόντον καθήκοντες, Ἀλβανοὶ δὲ ἐπὶ τὴν ἕω καὶ τὴν Κασπίαν κεκλιμένοι θάλασσαν.
庞培留下阿弗拉尼乌斯驻守亚美尼亚,自己因必须追击米特拉达梯,遂率军穿行于高加索周围各民族的土地。其中最大的部族是阿尔巴尼亚人和伊比利亚人;伊比利亚人向莫斯基卡山脉和本都海延伸,阿尔巴尼亚人则倾向于东方和里海一带。
οὗτοι πρῶτον μὲν αἰτοῦντι Πομπηΐῳ δίοδον ἔδοσαν χειμῶνος δὲ τὴν στρατιὰν ἐν τῇ χώρᾳ καταλαβόντος καὶ τῆς Κρονικῆς ἑορτῆς τοῖς Ῥωμαίοις καθηκούσης,1 γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους ἐπεχείρησαν αὐτοῖς, διαβάντες τὸν Κύρνον ποταμόν, ὃς ἐκ τῶν Ἰβηρικῶν ὀρῶν ἀνιστάμενος καὶ δεχόμενος κατιόντα τὸν Ἀράξην ἀπʼ Ἀρμενίας ἐξίησι δώδεκα στόμασιν εἰς τὸ Κάσπιον.
起初,他们在庞培请求借道时予以准许;但当严冬将大军困于该地、罗马人的农神节来临之际,他们纠集了不下四万人,渡过库尔努斯河向罗马军发起袭击。此河发源于伊比利亚山脉,汇纳了从亚美尼亚奔流而下的阿拉克塞斯河,分作十二个出海口注入里海。
οἱ δὲ οὔ φασι τούτῳ συμφέρεσθαι τὸν Ἀράξην, ἀλλὰ καθʼ ἑαυτόν, ἐγγὺς δὲ ποιεῖσθαι τὴν ἐκβολὴν εἰς ταὐτὸ πέλαγος. Πομπήϊος δέ, καίπερ ἐνστῆναι δυνάμενος πρὸς τὴν διάβασιν τοῖς πολεμίοις, περιεῖδε διαβάντας καθʼ ἡσυχίαν2 εἶτα ἐπαγαγὼν ἐτρέψατο καὶ διέφθειρε παμπληθεῖς.
然而也有人说,阿拉克塞斯河并不与此河合流,而是自成一流,在不远处注入同一片大海。但庞培虽然本可以在敌人渡河时加以阻击,却从容地任凭他们渡完,随后发起进攻,将他们击溃并歼灭了极多数之众。
τῷ δὲ βασιλεῖ δεηθέντι καὶ πέμψαντι πρέσβεις ἀφεὶς τὴν ἀδικίαν καὶ σπεισάμενος, ἐπὶ τοὺς Ἴβηρας ἐβάδιζε, πλήθει μὲν οὐκ ἐλάττονας, μαχιμωτέρους δὲ τῶν ἑτέρων ὄντας, ἰσχυρῶς δὲ βουλομένους τῷ Μιθριδάτῃ χαρίζεσθαι καὶ διωθεῖσθαι τὸν Πομπήϊον.
对于求和并派遣使者的〔阿尔巴尼亚〕国王,庞培宽恕了他的罪责并缔结了和约,随即进军讨伐伊比利亚人。这些人在人数上不亚于前者,而且更加骁勇善战,极欲讨好米特拉达梯并驱逐庞培。
οὔτε γὰρ Μήδοις οὔτε Πέρσαις ὑπήκουσαν Ἴβηρες, διέφυγον δὲ καὶ τὴν Μακεδόνων ἀρχήν, Ἀλεξάνδρου διὰ ταχέων ἐκ τῆς Ὑρκανίας ἀπάραντος. οὐ μὴν ἀλλὰ3 καὶ τούτους μάχῃ μεγάλῃ τρεψάμενος ὁ Πομπήϊος, ὥστε ἀποθανεῖν μὲν ἐνακισχιλίους, ἁλῶναι δὲ πλείους μυρίων, εἰς τὴν Κολχικὴν ἐνέβαλε καὶ πρὸς τὸν Φᾶσιν αὐτῷ Σερουΐλιος ἀπήντησε, τὰς ναῦς ἔχων αἷς ἐφρούρει τὸν Πόντον.
因为伊比利亚人既未臣服过米底人,也未臣服过波斯人,甚至逃过了马其顿人的统治,这是由于亚历山大迅速从希尔卡尼亚撤军所致。尽管如此,庞培仍在一场大战中将他们击溃,以致九千人战死,一万多人被俘;随后他攻入科尔基斯,塞尔维利乌斯率领戍卫本都海的舰队在法西斯河畔迎候他。
- 34.2τῆς Κρονικῆς ἑορτῆς τοῖς Ῥωμαίοις καθηκούσης
属格独立结构,意为“对于罗马人而言,克罗诺斯节日(即罗马农神节,始于12月17日)已经来临”。动词 καθήκω 在此意为时刻或节日“到来”、“届期”,与格 τοῖς Ῥωμαίοις 是关系与格。
- 34.3περιεῖδε διαβάντας καθʼ ἡσυχίαν
动词 περιεῖδον(περιοράω 的不定过去时)接补充分词 διαβάντας,构成“放任/坐视他们渡过”之意。这是表示坐视、容忍动词带分词的典型句式,表明庞培有意不趁其半渡而击之。
- 34.5οὐ μὴν ἀλλὰ
习用转折连词短语,意为“尽管如此”、“然而实际上”。承接前文伊比利亚人从未屈服于任何帝国的历史背景,强烈转折引出庞培依然在大战中击破他们的事实。
