- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:33.1-33.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培在背叛父王的小提格兰引路下进军亚美尼亚,接纳了提格兰国王的归降并重新划定其属地,同时囚禁了抗命的王子并驳回了帕提亚的要求。
Πομπήϊος δὲ εἰς Ἀρμενίαν ἐνέβαλε τοῦ νέου Τιγράνου καλοῦντος αὐτόν ἤδη γὰρ ἀφειστήκει τοῦ πατρός, καὶ συνήντησε τῷ Πομπηΐῳ περὶ τὸν Ἀράξην ποταμόν, ὃς ἀνίσχει μὲν ἐκ τῶν αὐτῶν τῷ Εὐφράτῃ τόπων, ἀποτρεπόμενος δὲ πρὸς τὰς ἀνατολὰς εἰς τὸ Κάσπιον ἐμβάλλει πέλαγος.
庞培在小提格兰的邀请下进军亚美尼亚;因为后者当时已背叛其父,并在阿拉克塞斯河附近与庞培会合。该河与幼发拉底河发源于同一地区,却转向东方注入里海。
οὗτοι μὲν οὖν προῆγον ἅμα τὰς πόλεις παραλαμβάνοντες· ὁ δὲ βασιλεὺς Τιγράνης ἔναγχος μὲν ὑπὸ Λευκόλλου συντετριμμένος, ἥμερον δέ τινα τῷ τρόπῳ καὶ πρᾷον πυθόμενος εἶναι τὸν Πομπήϊον, ἐδέξατο μὲν εἰς τὰ βασίλεια φρουράν, ἀναλαβὼν δὲ τοὺς φίλους καὶ συγγενεῖς αὐτὸς ἐπορεύετο παραδώσων ἑαυτόν.
于是他们一同推进,接管沿途各城邦;而国王提格兰不久前刚被卢库鲁斯彻底击溃,又得知庞培为人温和宽厚,便在王宫中接纳了驻军,并带领亲友亲自前往投降。
ὡς δὲ ἦλθεν ἱππότης ἐπὶ τὸν χάρακα, ῥαβδοῦχοι δύο τοῦ Πομπηΐου προσελθόντες ἐκέλευσαν ἀποβῆναι τοῦ ἵππου καὶ πεζὸν ἐλθεῖν οὐδένα γὰρ ἀνθρώπων ἐφʼ ἵππου καθεζόμενον ἐν Ῥωμαϊκῷ στρατοπέδῳ πώποτε ὀφθῆναι. καὶ ταῦτα οὖν ὁ Τιγράνης ἐπείθετο καὶ τὸ ξίφος αὐτοῖς ἀπολυσάμενος παρεδίδου· καὶ τέλος, ὡς πρὸς αὐτόν ἦλθε τὸν Πομπήϊον, ἀφελόμενος τὴν κίταριν ὥρμησε πρὸ τῶν ποδῶν θεῖναι, καὶ καταβαλὼν ἑαυτόν, αἴσχιστα δὴ πάντων, προσπεσεῖν αὐτοῦ τοῖς γόνασιν.1
当他骑马来到营垒前时,庞培的两名扈从官上前,命令他下马步行入内;因为在罗马军营中,从未有人被看见骑在马上。提格兰遂遵从了这些命令,解下佩剑交给他们;最后,当他来到庞培本人面前时,取下王冠试图放在庞培脚前,并伏下身躯,以极尽卑躬之态试图去跪抱他的双膝。
ἀλλʼ ὁ Πομπήϊος ἔφθη τῆς δεξιᾶς αὐτοῦ λαβόμενος προσαγαγέσθαι2 καὶ πλησίον ἱδρυσάμενος ἑαυτοῦ, τὸν δὲ υἱὸν ἐπὶ θάτερα, τῶν μὲν ἄλλων ἔφησε δεῖν αἰτιᾶσθαι Λεύκολλον, ὑπʼ ἐκείνου γὰρ ἀφῃρῆσθαι Συρίαν, Φοινίκην, Κιλικίαν, Γαλατίαν, Σωφηνήν, ἃ δὲ ἄχρι ἑαυτοῦ διατετήρηκεν, ἕξειν3 ἐκτίσαντα ποινὴν ἑξακισχίλια τάλαντα Ῥωμαίοις τῆς ἀδικίας, Σωφηνῆς δὲ βασιλεύσειν τὸν υἱόν.
但庞培抢先一步握住他的右手将他拉起,让他坐在自己身边,而将他的儿子安排在另一侧。庞培表示,关于其余领土的丧失他当归咎于卢库鲁斯,因为是卢库鲁斯剥夺了他的叙利亚、腓尼基、奇里乞亚、加拉太和索菲尼;至于他一直保全到庞培到来为止的领地,只要他向罗马人交纳六千塔兰同作为不义行径的赔偿金,便可继续保有,而索菲尼则由其子为王。
ἐπὶ τούτοις ὁ μὲν Τιγράνης ἠγάπησε, καὶ τῶν Ῥωμαίων ἀσπασαμένων αὐτόν βασιλέα περιχαρὴς γενόμενος ἐπηγγείλατο στρατιώτῃ μὲν ἡμιμναῖον ἀργυρίου δώσειν, ἑκατοντάρχῃ δὲ μνᾶς δέκα, χιλιάρχῳ δὲ τάλαντον ὁ δʼ υἱὸς ἐδυσφόρει, καὶ κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη Πομπηΐου δεῖσθαι τοιαῦτα τιμῶντος·4 καὶ γὰρ αὐτὸς ἄλλον εὑρήσειν Ῥωμαίων. ἐκ τούτου δεθεὶς εἰς τὸν θρίαμβον ἐφυλάττετο.
提格兰对此感到满意,并在罗马人向他致敬尊他为王时大喜过望,许诺给每名士兵半弥那白银,每名百夫长十弥那,每名千夫长一塔兰同。然而其子深感不满,在受邀赴宴时声称自己不需要施予这等恩惠的庞培;因为他自己在罗马人中也能找到别的靠山。因此他被戴上镣铐监禁起来,以备在凯旋式上示众。
καὶ μετʼ οὐ πολὺν χρόνον ἔπεμψε Φραάτης ὁ Πάρθος ἀπαιτῶν μὲν τὸν νεανίσκον, ὡς αὐτοῦ γαμβρόν, ἀξιῶν δὲ τῶν ἡγεμονιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ. Πομπήϊος δὲ ἀπεκρίνατο τὸν μὲν Τιγράνην τῷ πατρὶ μᾶλλον ἢ τῷ πενθερῷ προσήκειν, ὅρῳ δὲ χρήσεσθαι τῷ δικαίῳ.5
不久之后,帕提亚国王弗拉阿特斯派遣使者,以该青年为其女婿为由索要他,并主张以幼发拉底河作为两国疆界的界标。庞培则回答道,提格兰更属于其父而非岳父,至于界标,他将以正义为界。
- 33.3ἀφελόμενος τὴν κίταριν ὥρμησε πρὸ τῶν ποδῶν θεῖναι, καὶ καταβαλὼν ἑαυτόν, αἴσχιστα δὴ πάντων, προσπεσεῖν αὐτοῦ τοῖς γόνασιν.
动词 ὥρμησε 后接两个并列的不定式 θεῖναι 与 προσπεσεῖν,表意图或未遂动作(“急欲放置……并伏地跪抱”)。短语 αἴσχιστα πάντων 用作中性复数最高级副词结构,对这一极尽屈辱的举动进行评定。
- 33.4ἔφθη τῆς δεξιᾶς αὐτοῦ λαβόμενος προσαγαγέσθαι
动词 ἔφθη 配合不定过去时分词 λαβόμενος(表方式)与不定式 προσαγαγέσθαι,意为“抢先握住他的右手并拉起他”。古典阿提卡散文中 φθάνω 通常接补充性分词,而后期希腊语中带不定式的用法亦甚常见。
- 33.4τῶν μὲν ἄλλων ἔφησε δεῖν ααἰτιᾶσθαι Λεύκολλον ... ἃ δὲ ἄχρι ἑαυτοῦ διατετήρηκεν, ἕξειν
在由 ἔφησε 引导的间接引语中,前半句采用非人称不定式结构 δεῖν αἰτιᾶσθαι(带表原因的属格 τῶν μὲν ἄλλων),后半句则转为带逻辑主语(即提格兰)的人称不定式 ἕξειν。关系从句 ἃ δὲ ... διατετήρηκεν 的先行词被省略,作为 ἕξειν 的直接宾语。
- 33.5οὐκ ἔφη Πομπηΐου δεῖσθαι τοιαῦτα τιμῶντος
在 οὐκ ἔφη(否定转移,“声称不……”)统辖下,动词 δεῖσθαι(“需要”)支配属格 Πομπηΐου。分词短语 τοιαῦτα τιμῶντος 修饰 Πομπηΐου(“如此对待他的庞培”),其中 τοιαῦτα 作分词 τιμῶντος 的同源或内含宾格。
- 33.6ὅρῳ δὲ χρήσεσθαι τῷ δικαίῳ
动词 χράομαι 支配与格补足语 τῷ δικαίῳ(“正义”),而 ὅρῳ 则用作表语性与格(“作为界标”)。
