- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:32.1-32.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培率军追击米特拉达梯,并在幼发拉底河畔的夜战中利用西沉月色造成的阴影错觉大破敌军。溃败的米特拉达梯携爱妾海普西克拉提亚等少数亲随突围,并在遭到提格兰拒绝收留后转道科尔基斯逃亡。
ἐκ τούτου Λεύκολλος μὲν ἀπῆρε, Πομπήϊος δὲ τῷ στόλῳ παντὶ τὴν μεταξὺ Φοινίκης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ διαλαβών, αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην, ἔχοντα τρισμυρίους πεζοὺς ἐν φάλαγγι καὶ δισχιλίους ἱππεῖς, μάχεσθαι δὲ μὴ θαρροῦντα.
此后卢库鲁斯离去,庞培则以全支舰队扼守腓尼基与博斯普鲁斯之间的海域作为防卫,自己率军直趋米特拉达梯;后者虽拥有组成方阵的三万步兵和两千骑兵,却不敢交战。
καὶ πρῶτον μὲν αὐτοῦ καρτερὸν ὄρος καὶ δύσμαχον, ἐν ᾧ στρατοπεδεύων ἔτυχεν, ὡς ἄνυδρον ἐκλιπόντος,1 αὐτὸ τοῦτο κατασχὼν ὁ Πομπήϊος, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος ἔχειν πηγὰς τὸ χωρίον, ἐκέλευσεν ἐκβαλεῖν πανταχοῦ φρέατα, καὶ μεστὸν ἦν εὐθὺς ὕδατος ἀφθόνου τὸ στρατόπεδον, ὥστε θαυμάζειν εἰ τῷ παντὶ χρόνῳ τοῦτο Μιθριδάτης ἠγνόησεν.
首先,米特拉达梯因缺水而放弃了自己恰好扎营其上的一座地势险要、易守难攻的高山,庞培随即占领了这同一据点,并根据植被的性质与地势的凹陷低谷推断该处藏有泉眼,遂下令各处掘井;营地立刻蓄满了充沛的水流,以致令人惊叹米特拉达梯在整个时期竟对此一无所知。
ἔπειτα περιστρατοπεδεύσας περιετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τετταράκοντα πολιορκηθεὶς ἡμέρας ἔλαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστάτης δυνάμεως, κτείνας τοὺς ἀχρήστους καὶ νοσοῦντας. εἶτα μέντοι περὶ τὸν Εὐφράτην καταλαβὼν αὐτὸν ὁ Πομπήϊος παρεστρατοπέδευσε· καὶ δεδιὼς μὴ φθάσῃ περάσας2 τὸν Εὐφράτην, ἐκ μέσων νυκτῶν ἐπῆγεν ὡπλισμένην τὴν στρατιάν·
随后,庞培扎营环绕他并筑垒合围。但米特拉达梯在被围困四十五天后,杀害了无用和患病之人,率领最精壮的部队悄然突围逃遁。然而庞培随后在幼发拉底河附近追上了他并在他近旁扎营;因担忧敌人抢先渡过幼发拉底河,庞培自半夜起便率领全副武装的军队发起进逼。
καθʼ ὃν χρόνον λέγεται τὸν Μιθριδάτην ὄψιν ἐν ὕπνοις ἰδεῖν τὰ μέλλοντα προδηλοῦσαν. ἐδόκει γὰρ οὐρίῳ πνεύματι πλέων τὸ Ποντικὸν πέλαγος ἤδη Βόσπορον καθορᾶν καὶ φιλοφρονεῖσθαι τοὺς συμπλέοντας, ὡς ἄν τις ἐπὶ σωτηρίᾳ σαφεῖ καὶ βεβαίῳ χαίρων3 ἄφνω δὲ ἀναφανῆναι πάντων ἔρημος ἐπὶ λεπτοῦ ναυαγίου διαφερόμενος. ἐν τοιούτοις δὲ αὐτὸν ὄντα πάθεσι καὶ φάσμασιν ἐπιστάντες ἀνέστησαν οἱ φίλοι, φράζοντες ἐπιέναι Πομπήϊον.
正是在这时,据说米特拉达梯在梦中见到了预示未来的幻象。他似乎正乘着顺风航行于本都海之上,已然望见博斯普鲁斯,并与同船诸人亲切致意,宛如一个为明确而稳妥的获救而欢欣的人;但突然间,他发觉自己形单影只,飘荡在一叶单薄的碎木残骸之上。正当他沉溺于这般痛苦与幻影之中时,朋友们赶来唤醒了他,告知庞培大军压境。
ἦν οὖν ἐξ ἀνάγκης μαχητέον ὑπὲρ τοῦ χάρακος, καὶ προαγαγόντες οἱ στρατηγοὶ τὴν δύναμιν ἔταξαν, αἰσθόμενος δὲ τὴν παρασκευὴν αὐτῶν ὁ Πομπήϊος ὤκνει κατὰ σκότος εἰς κίνδυνον ἐλθεῖν, καὶ κύκλῳ μόνον ᾤετο δεῖν περιελαύνειν, ὅπως μὴ φεύγοιεν, ἡμέρας δὲ κρείττους ὄντας ἐπιχειρεῖν. οἱ δὲ πρεσβύτατοι τῶν ταξιαρχῶν δεόμενοι καὶ παρακαλοῦντες ἐξώρμησαν αὐτόν οὐδὲ γὰρ σκότος ἦν παντάπασιν, ἀλλὰ ἡ σελήνη καταφερομένη παρεῖχεν ἔτι τῶν σωμάτων ἱκανὴν ἔποψιν. καὶ τοῦτο μάλιστα τοὺς βασιλικοὺς ἔσφηλεν.
于是他们不得不为了守卫营垒而战,将领们引军出列布阵。然而庞培察觉到了他们的阵势,迟疑于在黑暗中冒险,认为只需四面巡弋封锁以防敌人逃跑,待天明占优时再行进攻。但最年长的百夫长们恳求并劝促他,催使他出击;因为天色并未完全漆黑,斜落的明月仍足以照见人影。而这一点最深刻地误导了国王的军队。
ἐπῄεσαν μὲν γὰρ οἱ Ῥωμαῖοι κατὰ νώτου τὴν σελήνην ἔχοντες· πεπιεσμένου δὲ περὶ τὰς δύσεις τοῦ φωτός, αἱ σκιαὶ πολὺ τῶν σωμάτων ἔμπροσθεν προϊοῦσαι τοῖς πολεμίοις ἐπέβαλλον, οὐ δυναμένοις τὸ διάστημα συνιδεῖν ἀκριβῶς ἀλλʼ ὡς ἐν χερσὶν ἤδη γεγονότων4 τοὺς ὑσσοὺς ἀφέντες μάτην οὐδενὸς ἐφίκοντο.
原来罗马人是背对着月光推进的;由于光线在西落时压得很低,长长的黑影远远投射在身躯的前方,落在敌人身上。敌人无法准确判断距离,误以为罗马人已近在眼前,便仓促掷出标枪,结果徒劳无功,未伤一人。
τοῦτο συνιδόντες οἱ Ῥωμαῖοι μετὰ κραυγῆς ἐπέδραμον, καὶ μηκέτι μένειν τολμῶντας, ἀλλʼ ἐκπεπληγμένους καὶ φεύγοντας ἔκτεινον, ὥστε πολὺ πλείονας μυρίων ἀποθανεῖν, ἁλῶναι δὲ τὸ στρατόπεδον. αὐτὸς δὲ Μιθριδάτης ἐν ἀρχῇ μὲν ὀκτακοσίοις ἱππεῦσι διέκοψε καὶ διεξήλασε τοὺς Ῥωμαίους, ταχὺ δὲ τῶν ἄλλων σκεδασθέντων ἀπελείφθη μετὰ τριῶν.
罗马人见状,高呼着发起冲锋;敌军已不敢坚守阵地,反而惊骇溃逃,罗马人沿途掩杀,以致死者远远超过一万人,营寨也被攻破。米特拉达梯本人起初率领八百名骑兵杀开血路冲出重围,但其余人很快被冲散,最后仅剩他与三人相伴。
ἐν οἷς ἦν Ὑψικράτεια παλλακίς, ἀεὶ μὲν ἀνδρώδης τις οὖσα καὶ παράτολμος· Ὑψικράτην γοῦν αὐτὴν ὁ βασιλεὺς ἐκάλει· τότε δὲ ἀνδρὸς ἔχουσα Πέρσου στολὴν καὶ ἵππον οὔτε τῷ σώματι πρὸς τὰ μήκη τῶν δρόμων ἀπηγόρευσεν οὔτε θεραπεύουσα τοῦ βασιλέως τὸ σῶμα καὶ τὸν ἵππον ἐξέκαμεν, ἄχρι ἧκον εἰς χωρίον Σίνωρα χρημάτων καὶ κειμηλίων βασιλικῶν μεστόν.
在这些人中有他的妾侍海普西克拉提亚,她一向具有男子气概且胆魄过人,国王甚至因而唤她为海普西克拉特斯;此时她身着波斯男子的装束,跨乘骏马,面对漫长的奔驰路程肉体毫不屈服,照料国王的起居与战马亦不知疲倦,直至他们抵达充斥着王家财宝的西诺拉堡垒。
ἐξ οὗ λαβὼν ὁ Μιθριδάτης ἐσθῆτας πολυτελεῖς διένειμε τοῖς συνδεδραμηκόσι πρὸς αὐτὸν ἐκ τῆς φυγῆς, ἔδωκε δὲ καὶ τῶν φίλων ἑκάστῳ φορεῖν θανάσιμον φάρμακον, ὅπως ἄκων μηδεὶς ὑποχείριος γένοιτο τοῖς πολεμίοις. ἐντεῦθεν ὥρμητο μὲν ἐπʼ Ἀρμενίας πρὸς Τιγράνην, ἐκείνου δὲ ἀπαγορεύοντος καὶ τάλαντα ἑκατὸν ἐπικηρύξαντος αὐτῷ, παραμειψάμενος τὰς πηγὰς τοῦ Εὐφράτου διὰ τῆς Κολχίδος ἔφευγε.
米特拉达梯从此处取出华美衣物分发给逃难途中聚集到他身边的人,并给每一位朋友分发了致命的毒药随身携带,以免有人身不由己地落入敌手。自此他动身前往亚美尼亚投奔提格兰;但见提格兰下令驱逐并悬赏一百塔兰同缉捕他,米特拉达梯便绕过幼发拉底河的源头,取道科尔基斯逃遁。
- 32.2αὐτοῦ καρτερὸν ὄρος καὶ δύσμαχον, ἐν ᾧ στρατοπεδεύων ἔτυχεν, ὡς ἄνυδρον ἐκλιπόντος
αὐτοῦ ... ἐκλιπόντος 为属格绝对结构,逻辑主语为米特拉达梯。καρτερὸν ὄρος καὶ δύσμαχον 作为其宾语,插入的关系从句 ἐν ᾧ 修饰先行词 ὄρος,ὡς 则引出主观理由(“认定其无水”)。
- 32.3μὴ φθάσῃ περάσας
由表示担忧的 δεδιώς 引出的 μή 加虚拟语气从句(φθάσῃ)。动词 φθάνω 与补充性分词 περάσας 连用,构成表示抢先行为的习惯句式(“唯恐其抢先渡过”)。
- 32.4ὡς ἄν τις ἐπὶ σωτηρίᾳ σαφεῖ καὶ βεβαίῳ χαίρων
由 ὡς ἄν 与分词(χαίρων)构成的假设比较结构。相当于潜在希求法(χαίροι ἄν)的假设条件语气,意为“宛如面对确凿稳固的得救而欣喜之人”。
- 32.6ὡς ἐν χερσὶν ἤδη γεγονότων
带有 ὡς 的属格绝对结构,逻辑主语为推进中的罗马军团。ὡς 表示主观认定或错觉(“以为其已迫在眉睫/近身”),说明了本都士兵过早掷出标枪的心理动机。
