← 普鲁塔克

庞培传

§31.1-31.7

加拉太会见与卢库鲁斯的激烈决裂

接管权力的庞培迅速推翻卢库鲁斯的原有安排,两名统帅在加拉太会面却因激烈争执而不欢而散。被剥夺大部军队的卢库鲁斯与庞培相互攻讦,公开贬斥彼此以往的战功为虚妄或窃取他人成果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

ἀμέλει δὲ καὶ τὰ ἔργα ταχέως αὑτὸν ἀπεκάλυπτε, πανταχοῦ γὰρ ἐκτιθεὶς διαγράμματα τοὺς στρατιώτας ἀνεκαλεῖτο καὶ μετεπέμπετο τοὺς ὑπηκόους δυνάστας καὶ βασιλεῖς ὡς ἑαυτόν, ἐπιών τε τὴν χώραν οὐδὲν ἀκίνητον εἴα τῶν ὑπὸ τοῦ Λευκόλλου γεγονότων, ἀλλὰ καὶ κολάσεις ἀνῆκε πολλοῖς καὶ δωρεὰς ἀφείλετο καὶ πάντα ὅλως ἔπραττεν ἐπιδεῖξαι τὸν ἄνδρα φιλονεικῶν τοῖς θαυμάζουσιν οὐδενὸς ὄντα κύριον.1

事实上,他的行动也很快揭露了他的真面目。他在各处张贴文告,召集士兵,并传唤属国的统治者与诸王前来谒见自己;当他巡视各地时,对卢库鲁斯所确立的一切毫不容留变动,反而免除了许多人的刑罚,剥夺了他人的赏赐,总之竭力要向赞美卢库鲁斯的人证明,此人如今已无任何实权。

§31.2

ἐγκαλοῦντος δʼ ἐκείνου διὰ τῶν φίλων, ἔδοξε συνελθεῖν εἰς ταὐτό· καὶ συνῆλθον περὶ τὴν Γαλατίαν. οἷα δὲ μεγίστων στρατηγῶν καὶ μέγιστα κατωρθωκότων δάφναις ἀνεστεμμένας ἔχοντες ὁμοῦ καὶ τὰς ῥάβδους οἱ ὑπηρέται ἀπήντων ἀλλὰ Λεύκολλος μὲν ἐκ τόπων χλοερῶν καὶ κατασκίων προσῄει, Πομπήϊος δὲ πολλὴν ἄδενδρον καὶ κατεψυγμένην ἔτυχε διεληλυθώς.

卢库鲁斯通过友人提出抗议后,双方决定同处相会;他们便在加拉太一带会面。正如最卓越的统帅且立下最大功勋者所应有的那般,随从们各自带着饰有桂冠的束棒相迎;但卢库鲁斯是从草木茂盛且浓荫蔽日的地方前来,庞培却恰好穿越了一大片无林木且干冷干涸之地。

§31.3

ἰδόντες οὖν οἱ τοῦ Λευκόλλου ῥαβδοφόροι τοῦ Πομπηΐου τὰς δάφνας ἀθαλλεῖς καὶ μεμαραμμένας παντάπασιν, ἐκ τῶν ἰδίων προσφάτων οὐσῶν μεταδιδόντες ἐπεκόσμησαν καὶ κατέστεψαν τὰς ἐκείνου ῥάβδους. ὃ σημεῖον ἔδοξεν εἶναι τοῦ τὰ Λευκόλλου νικητήρια καὶ τὴν δόξαν οἰσόμενον ἔρχεσθαι Πομπήϊον.2

于是,卢库鲁斯的侍从官见庞培束棒上的月桂叶失去生机且全然枯萎,便将自己新鲜的月桂枝分出,装饰并加冠于他的束棒之上。这被视作一种征兆,预示着庞培此来将把卢库鲁斯的战胜奖牌与荣光据为己有。

§31.4

ἦν δὲ Λεύκολλος μὲν ἐν ὑπατείας τε τάξει καὶ καθʼ ἡλικίαν πρεσβύτερος, τὸ δὲ τοῦ Πομπηΐου μεῖζον ἀξίωμα τοῖς δυσὶ θριάμβοις. οὐ μὴν ἀλλὰ τὴν πρώτην ἔντευξιν ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ φιλοφρόνως ἐποιήσαντο, μεγαλύνοντες ἀλλήλων τὰ ἔργα καὶ συνηδόμενοι τοῖς κατορθώμασιν ἐν δὲ τοῖς λόγοις πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον συμβάντες, ἀλλὰ καὶ λοιδορήσαντες, ὁ μὲν εἰς φιλαργυρίαν τὸν Λεύκολλον, ὁ δὲ εἰς φιλαρχίαν ἐκεῖνον, ὑπὸ τῶν φίλων μόλις διελύθησαν.

卢库鲁斯在执政官资历和年龄上均较尊长,但庞培的声望因两度举行凯旋式而更为崇高。然而,他们在初次会面时尽量保持了彬彬有礼与友善的态度,互相赞颂彼此的事迹并为对方的功业道贺;但在深入交谈中,他们却未能达成任何公允或节制的共识,甚至反唇相讥——一人指责卢库鲁斯贪财,另一人斥责庞培贪恋权位——在朋友们的干预下才勉强被拉开。

§31.5

καὶ Λεύκολλος μὲν ἐν Γαλατίᾳ διέγραψε χώρας τῆς αἰχμαλώτου καὶ δωρεὰς ἄλλας οἷς ἐβούλετο, Πομπήϊος δὲ μικρὸν ἀπωτέρω στρατοπεδεύσας ἐκώλυε προσέχειν αὐτῷ, καὶ τοὺς στρατιώτας ἅπαντας ἀφείλετο πλὴν χιλίων ἑξακοσίων, οὓς ἐνόμιζεν ὑπʼ αὐθαδείας ἀχρήστους μὲν ἑαυτῷ, τῷ Λευκόλλῳ δὲ δυσμενεῖς εἶναι.

卢库鲁斯在加拉太将缴获的土地和其他赏赐分发给自己属意之人,而在稍远处扎营的庞培却严禁他人听从卢库鲁斯,并夺走了他麾下除一千六百人之外的全部士兵;庞培认为这些人因桀骜不驯,不仅对自己无用,而且对卢库鲁斯怀有敌意。

§31.6

πρὸς δὲ τούτοις διασύρων τὰ ἔργα ἐμφανῶς ἔλεγε τραγῳδίαις καὶ σκιαγραφίαις πεπολεμηκέναι βασιλικαῖς τὸν Λεύκολλον, αὑτῷ δὲ πρὸς ἀληθινὴν καὶ σεσωφρονισμένην τὸν ἀγῶνα λείπεσθαι δύναμιν, εἰς θυρεοὺς καὶ ξίφη καὶ ἵππους Μιθριδάτου καταφεύγοντος, ἀμυνόμενος δὲ ὁ Λεύκολλος εἰδώλῳ καὶ σκιᾷ πολέμου τὸν Πομπήϊον ἔφη μαχούμενον βαδίζειν, εἰθισμένον ἀλλοτρίοις νεκροῖς, ὥσπερ ὄρνιν ἀργόν, ἐπικαταίρειν καὶ λείψανα πολέμων σπαράσσειν.

除此以外,庞培还公然贬低对方的功绩,声称卢库鲁斯所抗击的不过是王室的悲剧排场与虚幻皮影,而留给自己的,则是同真正经过淬炼的严整兵力较量,因为如今米特拉达梯已转向依靠坚盾、利剑与骑兵。卢库鲁斯则反唇相讥,说庞培奔赴前去交战的不过是战争的幻影与阴影;他一贯像只懒惰的禽鸟,专好扑向别人〔击毙〕的尸骸,撕扯战争的残羹剩屑。

§31.7

οὕτω γὰρ αὑτὸν ἐπιγράψαι3 Σερτωρίῳ, Λεπίδῳ, τοῖς Σπαρτακείοις, τὰ μὲν Κράσσου, τὰ δὲ Μετέλλου, τὰ δὲ Κάτλου κατωρθωκότος.4 ὅθεν οὐ θαυμάζειν εἰ τῶν Ἀρμενιακῶν καὶ Ποντικῶν πολέμων ὑποβάλλεται τὴν δόξαν, ἄνθρωπος ἑαυτὸν εἰς δραπετικὸν θρίαμβον ἁμῶς γέ πως ἐμβαλεῖν μηχανησάμενος.

因为正是如此,庞培才将自己的名字硬刻在塞多留、雷必达和斯巴达克起义军之上,尽管这些功业有的由克拉苏、有的由梅特路斯、有的由卡图卢斯所建树。因此,卢库鲁斯说,对于一个千方百计硬要把自己塞进针对逃亡奴隶的凯旋式的人来说,他如今横插一脚窃取亚美尼亚和本都战事的荣耀,实不足为奇。

语法注4 条
  1. 31.1ἐπιδεῖξαι τὸν ἄνδρα φιλονεικῶν τοῖς θαυμάζουσιν οὐδενὸς ὄντα κύριον

    分词 φιλονεικῶν(极力争强、热切企图)支配不定式 ἐπιδεῖξαι(表明),后者进一步支配一个宾格与分词结构 τὸν ἄνδρα ... οὐδενὸς ὄντα κύριον(此人未掌握任何权力)。与格短语 τοῖς θαυμάζουσιν 作间接宾语依附于 ἐπιδεῖξαι,意为“向赞美他的人”。

  2. 31.3ὃ σημεῖον ἔδοξεν εἶναι τοῦ τὰ Λευκόλλου νικητήρια καὶ τὴν δόξαν οἰσόμενον ἔρχεσθαι Πομπήϊον

    句首的中性关系代名词 ὅ 引导连结用法,先行词为前文所述的整个事件。带定冠词的属格不定式 τοῦ ... ἔρχεσθαι 作解释性属格(同格属格),用于阐释 σημεῖον(征兆)的具体内容。在该不定式短语中,Πομπήϊον 为逻辑主语(宾格主语),将来分词 οἰσόμενον 表示目的(“为了攫取/带走”)。

  3. 31.7οὕτω γὰρ αὑτὸν ἐπιγράψαι

    不定式 ἐπιγράψαι(将自己的名字题写/刻于)以及下文的 οὐ θαυμάζειν(不足为奇)均承接前一节中的主动词 ἔφη(卢库鲁斯说),属于间接引语(宾格不定式结构)的延续。代词 αὑτόν 作反身宾语指向庞培自身,指其将自己的名字挂在平定塞多留等人之事上。

  4. 31.7τὰ μὲν Κράσσου, τὰ δὲ Μετέλλου, τὰ δὲ Κάτλου κατωρθωκότος

    独立属格结构(genitive absolute)。单数完成时分词 κατωρθωκότος(建树、成就)在语法形式上与距离最近的专有名词 Κάτλου 保持数和格的一致,但在语义上分别分配并适用于前述的 Κράσσου 与 Μετέλλου。中性复数宾格短语 τὰ μέν ... τὰ δέ ... τὰ δέ 充当分配性直接宾语,指代各位统帅分别取得的战果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:31.1-31.7