- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:30.1-30.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保民官马利乌斯提议的法案获得通过,将卢库鲁斯的指挥权及整个东方的统辖权移交给庞培,庞培表面上哀叹重负,实则内心暗喜。
ἀπαγγελθέντος δὲ εἰς Ῥώμην πέρας ἔχειν τὸν πειρατικὸν πόλεμον καὶ σχολὴν ἄγοντα τὸν Πομπήϊον ἐπέρχεσθαι τὰς πόλεις, γράφει νόμον εἷς τῶν δημάρχων Μάλλιος, ὅσης Λεύκολλος ἄρχει χώρας καὶ δυνάμεως, Πομπήϊον παραλαβόντα πᾶσαν, προσλαβόντα δὲ καὶ Βιθυνίαν, ἣν ἔχει Γλαβρίων, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, ἔχοντα καὶ τὴν ναυτικὴν δύναμιν καὶ τὸ κράτος τῆς θαλάσσης ἐφʼ οἷς ἔλαβεν ἐξ ἀρχῆς.
消息传到罗马,称海盗战争已经结束,庞培正从容巡历各城邑。此时,保民官之一马利乌斯起草了一项法案,规定由庞培接管卢库鲁斯统辖的全部土地和兵力,并额外接收格拉布里奥所辖的比提尼亚,去向米特拉达梯和提格兰二王开战,同时仍按起初获得的条件保留海军力量与海上统治权。
τοῦτο δʼ ἦν ἐφʼ ἑνὶ συλλήβδην γενέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν ὧν γὰρ ἐδόκει μόνων ἐπαρχιῶν μὴ ἐφικνεῖσθαι τῷ προτέρῳ νόμῳ, Φρυγίας, Λυκαονίας, Γαλατίας, Καππαδοκίας, Κιλικίας, τῆς ἄνω Κολχίδος, Ἀρμενίας, αὗται προσετίθεντο1 μετὰ στρατοπέδων καὶ δυνάμεων αἷς Λεύκολλος κατεπολέμησε Μιθριδάτην καὶ Τιγράνην.
简而言之,这意味着罗马人的霸权完全落入了一人手中;因为在先前的法律中看似唯一未能涵盖的省份——弗里吉亚、吕考尼亚、加拉太、卡帕多西亚、基利家、上科尔基斯和亚美尼亚——如今都连同卢库鲁斯用以击溃米特拉达梯和提格兰的军团与兵力,一并交付给了他。
ἀλλὰ Λευκόλλου μὲν ἀποστερουμένου τὴν δόξαν ὧν κατειργάσατο καὶ θριάμβου μᾶλλον ἢ πολέμου διαδοχὴν λαμβάνοντος, ἥττων λόγος ἦν τοῖς ἀριστοκρατικοῖς, καίπερ οἰομένοις ἄδικα καὶ ἀχάριστα πάσχειν τὸν ἄνδρα, τὴν δὲ δύναμιν τοῦ Πομπηΐου βαρέως φέροντες ὡς τυραννίδα καθισταμένην, ἰδίᾳ παρεκάλουν καὶ παρεθάρρυνον αὑτοὺς ἐπιλαβέσθαι τοῦ νόμου καὶ μὴ προέσθαι τὴν ἐλευθερίαν. ἐνστάντος δὲ τοῦ καιροῦ, τὸν δῆμον φοβηθέντες ἐξέλιπον καὶ κατεσιώπησαν οἱ λοιποί, Κάτλος δὲ τοῦ νόμου πολλὰ κατηγορήσας καὶ τοῦ δημάρχου, μηδένα δὲ πείθων, ἐκέλευε τὴν βουλὴν ἀπὸ τοῦ βήματος κεκραγὼς πολλάκις ὄρος ζητεῖν, ὥσπερ οἱ πρόγονοι, καὶ κρημνόν, ὅπου καταφυγοῦσα διασώσει τὴν ἐλευθερίαν.
然而,卢库鲁斯被剥夺了自己功业的荣光,且迎来的与其说是战争的继承人,不如说是凯旋式的继承人,贵族派对此倒不那么介意,尽管他们也认为此人遭遇了不公且忘恩负义的对待;他们难以忍受庞培的权势,视其为一种僭主统治的建立,便在私下里相互劝告勉励,要阻止这项法案,绝不放弃自由。可是当关键时刻临近,由于惧怕民众,其余的人都退缩了,保持缄默;唯有卡图卢斯对该法案和保民官进行了激烈的指责,但他未能说服任何人,便站在讲坛上屡次大声呼喊,敦促元老院应当效仿先祖,去寻找一座高山或悬崖,逃往那里以保全自由。
ἐκυρώθη δʼ οὖν ὁ νόμος, ὡς λέγουσι, πάσαις ταῖς φυλαῖς, καὶ κύριος ἀποδέδεικτο μὴ παρὼν ὁ Πομπήϊος ἁπάντων σχεδὸν ὧν ὁ Σύλλας ὅπλοις καὶ πολέμῳ τῆς πόλεως κρατήσας.2 αὐτὸς δὲ δεξάμενος τὰ γράμματα καὶ πυθόμενος τὰ δεδογμένα, τῶν φίλων παρόντων καὶ συνηδομένων, τὰς ὀφρῦς λέγεται συναγαγεῖν καὶ τὸν μηρὸν πατάξαι καὶ εἰπεῖν ὡς ἂν βαρυνόμενος ἤδη καὶ δυσχεραίνων τὸ ἄρχειν3 φεῦ τῶν ἀνηνύτων ἄθλων,4 ὡς ἄρα κρεῖττον ἦν ἕνα τῶν ἀδόξων γενέσθαι, εἰ μηδέποτε παύσομαι στρατευόμενος μηδὲ τὸν φθόνον τοῦτον ἐκδὺς ἐν ἀγρῷ διαιτήσομαι μετὰ τῆς γυναικός. ἐφʼ οἷς λεγομένοις οὐδʼ οἱ πάνυ συνήθεις ἔφερον αὐτοῦ τὴν εἰρωνείαν, γινώσκοντες ὅτι τῆς ἐμφύτου φιλοτιμίας καὶ φιλαρχίας ὑπέκκαυμα τὴν πρὸς Λεύκολλον ἔχων διαφορὰν μειζόνως ἔχαιρεν.
无论如何,正如人们所说,这项法案获得所有部族的一致通过;庞培虽未在场,却几乎被指定为苏拉当年以武力和战争攻克罗马城后所掌控的一切权力的主宰。当庞培本人收到信件并得知这一决议时,在朋友们在场并向他道贺之际,据说他双眉紧锁,拍打着大腿,仿佛早已不堪重负且厌恶行使权力似地说道: “唉,这永无止境的劳碌!若我永不得停止征战,永不能脱去这遭人嫉妒的重负而与妻子隐居乡间,那么做个籍籍无名之辈不知要好上多少倍!” 当他说出这番话时,就连他最亲近的朋友也受不了他的伪善,因为他们深知,他与卢库鲁斯的争端正好成为他天生好胜心与权力欲的薪柴,他心中其实格外欢喜。
- 30.2ὧν γὰρ ἐδόκει μόνων ἐπαρχιῶν μὴ ἐφικνεῖσθαι τῷ προτέρῳ νόμῳ, Φρυγίας, Λυκαονίας, Γαλατίας, Καππαδοκίας, Κιλικίας, τῆς ἄνω Κολχίδος, Ἀρμενίας, αὗται προσετίθεντο
先行词名词(ἐπαρχιῶν)被吸收入关系从句(ὧν... μὴ ἐφικνεῖσθαι)中。主句随后使用指示代名词 αὗται 对先行词及其所列举的诸行省进行复指(resumption)并作为主语。
- 30.5ὧν ὁ Σύλλας ὅπλοις καὶ πολέμῳ τῆς πόλεως κρατήσας
在由关系代词 ὧν(其先行词为 ἁπάντων σχεδόν)引导的从句中,定式动词(如 ἐκράτησε 或 ἐκυρίευσε)被省略,仅保留分词短语 κρατήσας,形成紧缩结构,意为“苏拉以武力和战争夺取罗马城时[所掌控的]几乎一切权力”。
- 30.5ὡς ἂν βαρυνόμενος ἤδη καὶ δυσχεραίνων τὸ ἄρχειν
ὡς ἄν 搭配分词用来表达一种假装、主观或假设性的姿态,意为“仿佛(装作)已经不堪重负且厌恶行使权力一般”。它描摹的是表面的伪装而非真实的内心。
- 30.5φεῦ τῶν ἀνηνύτων ἄθλων
由感叹词 φεῦ 引导的原因属格(亦称感叹属格),是将哀叹的原因或对象置于属格的古典常见句式。
