← 普鲁塔克

庞培传

§29.1-29.5

在克里特岛与梅特卢斯的争端与海盗处置

庞培以海事统辖权为由介入克里特岛战事,派遣部将支援被梅特卢斯围困的海盗,此举招致舆论强烈批评,而梅特卢斯并未屈服并最终惩处了海盗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ταῦτα μὲν οὖν οἱ βασκαίνοντες ἔψεγον· τοῖς δὲ περὶ Κρήτην πραχθεῖσι πρὸς Μέτελλον οὐδʼ οἱ πάνυ φιλοῦντες αὐτὸν ἔχαιρον. ὁ γὰρ Μέτελλος, οἰκεῖος ὢν ἐκείνου τοῦ συνάρξαντος ἐν Ἰβηρίᾳ τῷ Πομπηΐῳ, στρατηγὸς εἰς Κρήτην ἐπέμφθη πρότερον ἢ τὸν Πομπήϊον αἱρεθῆναι· δευτέρα γάρ τις ἦν αὕτη τῶν πειρατηρίων πηγὴ μετὰ τὴν ἐν Κιλικίᾳ· καὶ πολλοὺς ἐγκαταλαβὼν ὁ Μέτελλος ἐξῄρει καὶ διέφθειρεν.

对于这些处置,嫉妒者固然横加指责,但对于在克里特岛针对梅特卢斯所做的事情,就连最爱戴庞培的人也并不赞同。因为这位梅特卢斯是曾在伊比利亚与庞培共事的那个梅特卢斯的亲属,在庞培被选出之前便已被作为将领派往克里特;克里特正是仅次于基利家的第二处海盗渊薮,梅特卢斯在当地捕获并消灭了许多海盗。

§29.2

οἱ δὲ περιόντες ἔτι καὶ πολιορκούμενοι πέμψαντες ἱκετηρίαν ἐπεκαλοῦντο τὸν Πομπήϊον εἰς τὴν νῆσον, ὡς τῆς ἐκείνου μέρος οὖσαν ἀρχῆς καὶ πανταχόθεν ἐμπίπτουσαν εἰς τὸ μέτρον τὸ ἀπὸ θαλάσσης,1 ὁ δὲ δεξάμενος ἔγραφε τῷ Μετέλλῳ κωλύων τὸν πόλεμον, ἔγραφε δὲ καὶ ταῖς πόλεσι μὴ προσέχειν Μετέλλῳ, καὶ στρατηγὸν ἔπεμψε τῶν ὑφʼ ἑαυτὸν ἀρχόντων ἕνα Λεύκιον Ὀκταούϊον, ὃς συνεισελθὼν εἰς τὰ τείχη τοῖς πολιορκουμένοις καὶ μαχόμενος μετʼ αὐτῶν, οὐ μόνον ἐπαχθῆ καὶ βαρύν, ἀλλὰ καὶ καταγέλαστον ἐποίει τὸν Πομπήϊον, ἀνθρώποις ἀνοσίοις καὶ ἀθέοις τοὔνομα κιχράντα καὶ περιάπτοντα τὴν αὑτοῦ δόξαν ὥσπερ ἀλεξιφάρμακον ὑπὸ φθόνου καὶ φιλοτιμίας τῆς πρὸς τὸν Μέτελλον, οὐδὲ γὰρ τὸν Ἀχιλλέα ποιεῖν ἀνδρὸς ἔργον,2 ἀλλὰ μειρακίου παντάπασιν ἐμπλήκτου καὶ σεσοβημένου πρὸς δόξαν, ἀνανεύοντα τοῖς ἄλλοις καὶ διακωλύοντα βάλλειν Ἕκτορα, "μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι·" Πομπήϊον δὲ καὶ σώζειν ὑπερμαχοῦντα τῶν κοινῶν πολεμίων ἐπὶ τῷ τὸν θρίαμβον ἀφελέσθαι3 στρατηγοῦ πολλὰ πεπονηκότος. οὐ μὴν ἐνέδωκεν ὁ Μέτελλος, ἀλλὰ τούς τε πειρατὰς ἐξελὼν ἐτιμωρήσατο, καὶ τὸν Ὀκταούϊον ἐν τῷ στρατοπέδῳ καθυβρίσας καὶ λοιδορήσας ἀφῆκεν.

而那些残存且仍被围困的海盗,派出请愿使者召唤庞培前往该岛,托词是该岛属于他的统辖范围,且各处都落在距离海洋的规定尺度之内。庞培接受了请求,修书梅特卢斯制止战事,又写信给各城邑令其不可服从梅特卢斯,并将他麾下的一名指挥官卢基乌斯·奥克塔维乌斯作为将领派出,此人竟进入城墙与被围困的海盗汇合并并肩作战,这不仅使庞培变得可憎而令人厌烦,甚至沦为笑柄——因为庞培出于对梅特卢斯的嫉恨与好胜心,竟将自己的威名借给那些穷凶极恶、无法无天之人,把自己的声望如同护身符一般加在他们身上;因为人们议论道,就连阿喀琉斯在向众人摇头示意、阻止他人投击赫克托耳时: “免得有人投中夺取荣光,而自己落得第二;”所为也算不得壮夫所为,而纯粹是个为虚荣所狂乱而任性妄为的轻狂后生;而庞培甚至还挺身庇护并搭救这群公敌,只为了剥夺一位历经劳苦的将领应得的凯旋式。然而梅特卢斯并未让步,反而荡平并惩办了海盗,在军营中将奥克塔维乌斯羞辱谩骂一番后将其放走。

语法注3 条
  1. 29.2εἰς τὸ μέτρον τὸ ἀπὸ θαλάσσης

    指《加比尼乌斯法》(Lex Gabinia)所规定的管辖地域界限(自海岸线向内陆延伸四百斯塔德以内)。由于克里特岛全岛任意地点距海的距离皆不超出该尺度,被围的海盗遂以此条款为借口,向庞培请求干预并寻求保护。

  2. 29.4οὐδὲ γὰρ τὸν Ἀχιλλέα ποιεῖν ἀνδρὸς ἔργον

    不定式 ποιεῖν 以及后文的 σώζειν 构成了间接引语中的“宾格加不定式”结构,表达当时公众舆论或批评者的言论,解释为何庞培沦为“笑柄”(καταγέλαστον)。文中借《伊利亚特》第22卷阿喀琉斯独占战功的典故,对比并斥责庞培因私心名誉而庇护公敌的荒谬行径。

  3. 29.5ἐπὶ τῷ τὸν θρίαμβον ἀφελέσθαι

    介词 ἐπί 接带冠词不定式的与格形式(ἐπὶ τῷ + 不定式),表示目的,意为“为了剥夺……”。此结构在批评者的口吻中点明了庞培介入克里特战事的真实动机,即剥夺梅特卢斯辛勤征战所应得的凯旋式殊荣。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:29.1-29.5