← 普鲁塔克

庞培传

§3.1-3.3

识破暗杀阴谋与平息军中叛乱

年轻的庞培在父亲军营中冷静识破了针对自己的暗杀阴谋而脱险,随后在全军针对其父发生哗变之际舍身横卧门前,感化士兵平息了叛乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ἔτι δὲ μειράκιον ὢν παντάπασι καὶ τῷ πατρὶ συστρατευόμενος ἀντιτεταγμένῳ πρὸς Κίνναν , Λεύκιόν τινα Τερέντιον εἶχεν ἑταῖρον καὶ σύσκηνον. οὗτος ὑπὸ Κίννα πεισθεὶς χρήμασιν αὐτὸς μὲν ἔμελλε Πομπήϊον ἀποκτενεῖν, ἕτεροι δὲ τὴν σκηνὴν ἐμπρήσειν1 τοῦ στρατηγοῦ.

当他完全还是个年轻人的时候,随同与秦纳对阵的父亲从军,身边有一位名叫卢基乌斯·特伦提乌斯的同伴兼营帐室友。此人受了秦纳钱财的贿赂,自己将要刺杀庞培,而其他人则将放火焚烧主将的营帐。

§3.2

μηνύσεως δὲ τῷ Πομπηΐῳ περὶ δεῖπνον ὄντι προσπεσούσης, οὐδὲν διαταραχθείς, ἀλλὰ καὶ πιὼν προθυμότερον καὶ φιλοφρονησάμενος τὸν Τερέντιον, ἅμα τῷ τραπέσθαι πρὸς ἀνάπαυσιν ὑπεκρυεὶς τῆς σκηνῆς ἔλαθε,2 καὶ τῷ πατρὶ φρουρὰν περιστήσας ἡσύχαζεν. ὁ δὲ Τερέντιος, ὡς ἐνόμιζε καιρὸν εἶναι, σπασάμενος τὸ ξίφος ἀνέστη καὶ τῇ στιβάδι τοῦ Πομπηΐου προσελθὼν ὡς κατακειμένου3 πολλὰς ἐνεφόρει πληγὰς τοῖς στρώμασι.

但在庞培进晚餐时有告密传来,他丝毫没有惊慌失措,反而比平时更热切地饮酒,并对特伦提乌斯以礼相待;及至就寝休息之时,他神不知鬼不觉地溜出了营帐,并在父亲周围布下卫队后静待其变。特伦提乌斯自以为时机已到,便拔剑而起,走到庞培的铺位前,以为他就躺在那里,向着被褥连刺了许多刀。

§3.3

ἐκ δὲ τούτου γίνεται μέγα κίνημα μίσει τοῦ στρατηγοῦ, καὶ πρὸς ἀπόστασιν ὁρμὴ τῶν στρατιωτῶν, τάς τε σκηνὰς ἀνασπώντων καὶ τὰ ὅπλα λαμβανόντων, ὁ μὲν οὖν στρατηγὸς οὐ προῄει δεδιὼς τὸν θόρυβον, ὁ δὲ Πομπήϊος ἐν μέσοις ἀναστρεφόμενος καὶ δακρύων ἱκέτευε, τέλος δὲ ῥίψας ἑαυτὸν ἐπὶ στόμα πρὸ τῆς πύλης τοῦ χάρακος ἐμποδὼν ἔκειτο κλαίων καὶ πατεῖν κελεύων τοὺς ἐξιόντας, ὥστε ἕκαστον ἀναχωρεῖν ὑπʼ αἰδοῦς καὶ πάντας οὕτω πλὴν ὀκτακοσίων μεταβαλέσθαι καὶ διαλλαγῆναι πρὸς τὸν στρατηγόν.

由此引发了一场极大的骚乱,源于对主将的仇恨,士兵们拔起营帐、操起武器,冲动地想要哗变反叛。主将因畏惧骚动而不敢露面,庞培却穿行在众人当中,流着泪向他们苦苦哀求;最后他将自己扑倒在营垒门前,流着泪横挡在路上,喝令那些要往外走的士兵从自己身上踩过去。结果,人人都出于羞愧而退回营内,全军就这样除八百人外全都回心转意,同主将达成了和解。

语法注3 条
  1. 3.1ἕτεροι δὲ τὴν σκηνὴν ἐμπρήσειν

    承前句中的动词 ἔμελλε(打算、将要);按语法,复数主语 ἕτεροι 本当搭配复数动词 ἔμελλον,此处系省略了动词形式,使不定式 ἐμπρήσειν 直接并列延续。

  2. 3.2ὑπεκρυεὶς τῆς σκηνῆς ἔλαθε

    动词 λανθάνω(不定过去时 ἔλαθε)后接分词 ὑπεκρυείς(ὑπεκρέω 的第二不定过去时被动态分词)的习惯句式,意为“神不知鬼不觉地溜出”或“秘密逃脱”。

  3. 3.2ὡς κατακειμένου

    连词 ὡς 与属格分词 κατακειμένου(省略了独立属格的主语 αὐτοῦ)连用,表示刺客特伦提乌斯主观上的假定或认为(“以为他正躺在那里”),而非客观事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:3.1-3.3