- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:2.1-2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了庞培青年时代兼具威严与魅力的容貌及其与亚历山大大帝的肖像相似之处,他在名妓弗洛拉及被释奴之妻面前展现出的克制与自守,政敌由此针对其正妻所作的非难,以及表现他饮食简朴的一则轶事。
ἐν ἀρχῇ δὲ καὶ τὴν ὄψιν ἔσχεν οὐ μετρίως συνδημαγωγοῦσαν καὶ προεντυγχάνουσαν αὑτοῦ τῆς φωνῆς, τὸ γὰρ ἐράσμιον ἀξιωματικὸν ἦν φιλανθρώπως, καὶ ἐν τῷ νεαρῷ καὶ ἀνθοῦντι διέφαινεν εὐθὺς ἡ ἀκμὴ τὸ γεραρὸν καὶ τὸ βασιλικὸν τοῦ ἤθους, ἦν δέ τις καὶ ἀναστολὴ τῆς κόμης ἀτρέμα καὶ τῶν περὶ τὰ ὄμματα ῥυθμῶν ὑγρότης τοῦ προσώπου, ποιοῦσα μᾶλλον λεγομένην ἢ φαινομένην ὁμοιότητα πρὸς τὰς Ἀλεξάνδρου τοῦ βασιλέως εἰκόνας.1
起初,他的相貌也极大地助他在民众中博取好感,甚至在他的声音发出之前就先打动了人们。因为他的可亲之中蕴含着仁和的威严,在那年轻风发的年岁里,青春的光彩立时显露出他品格的庄重与王者之气。他的头发微有向后梳起的姿态,双眼周围的面容流露出一种柔和温润的韵致,使得他与亚历山大国王的造像产生了一种相仿之感——尽管这更多是出于口口相传,而非显然可见。
ᾗ καὶ τοὔνομα πολλῶν ἐν ἀρχῇ συνεπιφερόντων οὐκ ἔφευγεν ὁ Πομπήϊος, ὥστε καὶ χλευάζοντας αὐτὸν ἐνίους ἤδη καλεῖν Ἀλέξανδρον. διὸ καὶ Λεύκιος Φίλιππος, ἀνὴρ ὑπατικός, συνηγορῶν αὐτῷ, μηδὲν ἔφη ποιεῖν παράλογον εἰ Φίλιππος ὢν φιλαλέξανδρός ἐστιν. Φλώραν δὲ τὴν ἑταίραν ἔφασαν ἤδη πρεσβυτέραν οὖσαν ἐπιεικῶς ἀεὶ μνημονεύειν τῆς γενομένης αὐτῇ πρὸς Πομπήϊον ὁμιλίας, λέγουσαν ὡς οὐκ ἦν ἐκείνῳ συναναπαυσαμένην ἀδήκτως ἀπελθεῖν.2
因此,当起初许多人把这一称号加于他身上时,庞培并未拒绝,以至于有些人甚至开始语带嘲讽地直接称他为“亚历山大”。故此,执政官级人物卢基乌斯·腓力在为他辩护时也说,自己身为腓力,若钟爱亚历山大,实非不可思议之事。此外人们还说,名妓弗洛拉在年事已高时,仍常常深情地追忆自己当年与庞培的交往,声称同他同榻共眠之后,绝不可能不带着齿痕离去。
πρὸς δὲ τούτοις διηγεῖσθαι τὴν Φλώραν ἐπιθυμῆσαί τινα τῶν Πομπηΐου συνήθων αὐτῆς Γεμίνιον, καὶ πράγματα πολλὰ παρέχειν πειρῶντα· αὐτῆς δὲ φαμένης οὐκ ἂν ἐθελῆσαι διὰ Πομπήϊον, ἐκείνῳ τὸν Γεμίνιον διαλέγεσθαι· τὸν οὖν Πομπήϊον ἐπιτρέψαι μὲν τῷ Γεμινίῳ, μηκέτι δὲ αὐτὸν ἅψασθαι τὸ παράπαν μηδὲ ἐντυχεῖν αὐτῇ, καίπερ ἐρᾶν δοκοῦντα· τοῦτο δὲ αὐτὴν οὐχ ἑταιρικῶς ἐνεγκεῖν, ἀλλὰ πολὺν ὑπὸ λύπης καὶ πόθου χρόνον νοσῆσαι.
不仅如此,弗洛拉还讲述过,庞培的一位密友吉米尼乌斯看上了她,多方追求使她不胜其烦;当她说因庞培之故绝不能应允时,吉米尼乌斯便去与庞培商谈。于是庞培便把她让给了吉米尼乌斯,但此后尽管看似深爱着她,却再也没有碰过她丝毫,也未曾与她相见;而她对此的反应却不像一个妓女,竟因悲痛与思慕而缠绵病榻许久。
καίτοι τὴν Φλώραν οὕτω λέγουσιν ἀνθῆσαι καὶ γενέσθαι περιβόητον ὥστε Κεκίλιον Μέτελλον ἀνδριάσι καὶ γραφαῖς κοσμοῦντα τὸν νεὼν τῶν Διοσκούρων, κἀκείνης εἰκόνα γραψάμενον ἀναθεῖναι διὰ τὸ κάλλος. Πομπήϊος δὲ καὶ τῇ Δημητρίου τοῦ ἀπελευθέρου γυναικί, πλεῖστον ἰσχύσαντος παρʼ αὐτῷ καὶ τετρακισχιλίων ταλάντων ἀπολιπόντος οὐσίαν, ἐχρῆτο παρὰ τὸν αὑτοῦ τρόπον οὐκ ἐπιεικῶς οὐδὲ ἐλευθερίως, φοβηθεὶς τὴν εὐμορφίαν αὐτῆς ἄμαχόν τινα καὶ περιβόητον οὖσαν, ὡς μὴ φανείη κεκρατημένος.
然而据说弗洛拉曾是如此风华绝代、名动一时,以至于凯基利乌斯·梅特路斯用雕像和图画装点狄奥斯库里神庙时,因其倾国之貌,特意命人绘制了她的肖像奉献于庙中。庞培对待其被释奴德米特里乌斯的妻子——此人在他跟前权倾一时,留下了四千塔兰同的巨产——也反常地既不温和也不豁达,盖因畏惧她那无可抵挡而闻名遐迩的美色,以免自己显得被她所俘获。
οὕτω δὲ πάνυ πόρρωθεν εὐλαβὴς ὢν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένος, ὅμως οὐ διέφυγε τῶν ἐχθρῶν τὸν ἐπὶ τούτῳ ψόγον, ἀλλʼ ἐπὶ ταῖς γαμεταῖς ἐσυκοφαντεῖτο πολλὰ τῶν κοινῶν παριδεῖν καὶ προέσθαι χαριζόμενος ἐκείναις. τῆς δὲ περὶ τὴν δίαιταν εὐκολίας καὶ λιτότητος καὶ ἀπομνημόνευμα λέγεται τοιοῦτον.
尽管他在很早的阶段便对诸如此类的情欲极尽谨慎与提防,然而仍未能逃脱政敌在此事上的非难,反被谗毁为一味讨好正妻而忽视并放弃了许多国家公事。至于他在日常饮食上的随和与朴素,还有这样一件轶事流传下来。
ἰατρὸς αὐτῷ νοσοῦντι καὶ κακῶς ἔχοντι πρὸς τὰ σιτία κίχλην προσέταξε λαβεῖν, ὡς δὲ ζητοῦντες οὐχ εὗρον ὤνιον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκόλλῳ διʼ ἔτους τρεφομένας, εἶτα, εἶπεν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήϊος οὐκ ἂν ἔζησε;3 καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τι τῶν εὐπορίστων. ταῦτα μὲν οὖν ὕστερον.
有一回他生病且厌食,医生命他吃一只鸫鸟;〔仆人们〕四处搜寻,却因过了时令而买不到,有人便说卢库卢斯那里终年饲养此鸟,必定可以找到,他听后便道: “那么说, 若不是卢库卢斯骄奢纵欲,庞培就活不成了吗?” 于是他不再理会医生,取了某种容易弄到的食物充饥。不过,这些都是后话了。
- 2.1ἦν δέ τις καὶ ἀναστολὴ τῆς κόμης ἀτρέμα καὶ τῶν περὶ τὰ ὄμματα ῥυθμῶν ὑγρότης τοῦ προσώπου, ποιοῦσα μᾶλλον λεγομένην ἢ φαινομένην ὁμοιότητα πρὸς τὰς Ἀλεξάνδρου τοῦ βασιλέως εἰκόνας.
由于 ἦν 的主语由两个阴性名词 ἀναστολή 与 ὑγρότης 并列构成,现在分词 ποιοῦσα(阴性单数主格)在语法上与邻近的主语 ὑγρότης 一致,或概括指代这两种容貌特征。短语 μᾶλλον λεγομένην ἢ φαινομένην 作定语修饰 ὁμοιότητα,意为“与其说是肉眼可见的,不如说是口口相传的”相似性。
- 2.2ὡς οὐκ ἦν ἐκείνῳ συναναπαυσαμένην ἀδήκτως ἀπελθεῖν.
οὐκ ἦν 为非人称结构,带不定式 ἀπελθεῖν,意为“不可能离去”。不定式隐含的逻辑主语是弗洛拉本人,句中的过去分词 συναναπαυσαμένην 采用阴性单数宾格,遵循了非人称动词后不定式逻辑主语作宾格的语法惯例。与格 ἐκείνῳ 则作分词前缀 σύν- 的补足语。
- 2.6εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήϊος οὐκ ἂν ἔζησε;
此处为反实虚拟语气的疑问句结构,条件从句使用未完成过去直陈语气(ἐτρύφα),主句使用 ἄν + 过去直陈语气(ἔζησε),构成对过去事实相反的假设反问:“若是卢库卢斯不奢靡挥霍,庞培难道就活不下去了吗?”
