← 普鲁塔克

庞培传

§4.1-4.5

侵吞公款审判获判无罪与安提斯提乌斯联姻

父亲去世后,庞培因公款侵吞案受到指控,他在辩护中表现卓越,深得主审大法官安提斯提乌斯的赏识并与其女定下婚约。当宣判无罪时,民众齐声高呼传统婚礼祝词“给塔拉西乌斯!”,文中随后叙述了该典故的渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἅμα δὲ τῷ τελευτῆσαι τὸν Στράβωνα, δίκην κλοπῆς ἔσχεν ὑπὲρ αὐτοῦ1 δημοσίων χρημάτων ὁ Πομπήϊος, καὶ τὰ μὲν πλεῖστα φωράσας ἕνα τῶν ἀπελευθέρων ὁ Πομπήϊος νενοσφισμένον Ἀλέξανδρον, ἀπέδειξε τοῖς ἄρχουσιν, αὐτὸς δὲ λίνα θηρατικὰ καὶ βιβλία τῶν ἐν Ἄσκλῳ ληφθέντων ἔχειν κατηγορεῖτο. ταῦτα δὲ ἔλαβε μὲν παρὰ τοῦ πατρὸς ἑλόντος τὸ Ἄσκλον, ἀπώλεσε δὲ τῶν Κίννα δορυφόρων, ὅτε κατῆλθεν, ὠσαμένων εἰς τὴν οἰκίαν αὐτοῦ καὶ διαρπασάντων.

斯特拉博刚一去世,庞培就因侵吞公款的罪名替其父受到指控。庞培查明大部分钱财实为一名叫亚历山大的释奴所侵吞,并向政务官们出示了证据;但他自己却被控占有从阿斯库卢姆掠得的战利品中的猎网和书籍。这些物品确是他从攻占阿斯库卢姆的父亲那里得来的,但在秦纳回城时,其卫兵强行闯入庞培的家宅抢劫一空,物品也因而遗失了。

§4.2

ἐγίνοντο δὲ τῆς δίκης αὐτῷ προαγῶνες οὐκ ὀλίγοι πρὸς τὸν κατήγορον. ἐν οἷς ὀξὺς ἅμα καὶ παρʼ ἡλικίαν εὐσταθὴς φαινόμενος δόξαν ἔσχε μεγάλην καὶ χάριν, ὥστε Ἀντίστιον στρατηγοῦντα καὶ βραβεύοντα τὴν δίκην ἐκείνην ἐρασθῆναι τοῦ Πομπηΐου καὶ γυναῖκα διδόναι τὴν ἑαυτοῦ θυγατέρα καὶ περὶ τούτου τοῖς φίλοις διαλέγεσθαι.

在诉讼过程中,他同控告人进行了多次预审辩论。在这些辩论中,他表现得既敏锐,又有着超乎年龄的沉稳,因而赢得了极高的声誉和好感,以至于担任大法官并主持该案审理的安提斯提乌斯看中了庞培,愿将自己的女儿许配给他为妻,并就此事同朋友们商议。

§4.3

δεξαμένου δὲ Πομπηΐου καὶ γενομένων ἐν αὐτοῖς ἀπορρήτων ὁμολογιῶν, ὅμως οὐκ ἔλαθε τοὺς πολλοὺς τὸ πρᾶγμα διὰ τὴν τοῦ Ἀντιστίου σπουδήν. τέλος δὲ τὴν γνώμην ἀναγορεύσαντος αὐτοῦ τῶν δικαστῶν ἀπολύουσαν,2 ὥσπερ ἐκ παραγγέλματος ὁ δῆμος ἐπεφώνησε τοῦτο δὴ τὸ τοῖς γαμοῦσιν ἐπιφωνούμενον ἐξ ἔθους παλαιοῦ, Ταλασίῳ.3

庞培接受了婚约,双方虽已私下达成协议,但这桩婚事由于安提斯提乌斯的殷切热情还是未能瞒过众人。最后,当安提斯提乌斯宣读法官们判决庞培无罪的结论时,民众犹如接到号令一般,齐声高呼起古老风俗中向新婚之人祝祷的那声欢呼:“给塔拉西乌斯!”

§4.4

τὸ δὲ ἔθος ἀρχὴν λαβεῖν φασὶ τοιαύτην. ὅτε τὰς θυγατέρας τῶν Σαβίνων ἐπὶ θέαν ἀγῶνος εἰς Ῥώμην παραγενομένας οἱ πρωτεύοντες ἀρετῇ Ῥωμαίων ἥρπαζον ἑαυτοῖς γυναῖκας, ἄδοξοί τινες πελάται καὶ βοτῆρες ἀράμενοι κόρην καλὴν καὶ μεγάλην ἐκόμιζον. ὅπως οὖν μὴ προστυχών τις ἀφέληται τῶν κρειττόνων, ἐβόων θέοντες ἅμα Ταλασίῳ τῶν δὲ χαριέντων καὶ γνωρίμων τις ἦν ὁ Ταλάσιος, ὥστε τοὺς ἀκούσαντας τοὔνομα κροτεῖν καὶ βοᾶν οἷον συνηδομένους καὶ συνεπαινοῦντας.

据说这一习俗源于这样的开端:当罗马最勇猛的显要人物趁萨宾人的女儿们到罗马观看竞技比赛之机强抢她们为妻时,一些出身卑微的门客和牧人抱起了一位高挑貌美的少女带走。为了防止途中遇到的权贵将她夺去,他们一边奔跑一边高喊:“给塔拉西乌斯!”而塔拉西乌斯是一位温文尔雅的名流,以至于听到这个名字的人都纷纷鼓掌欢呼,仿佛在同他们一道庆贺并表示赞许。

§4.5

ἐκ τούτου φασὶ καὶ γὰρ εὐτυχὴς ὁ γάμος ἀπέβη τῷ Ταλασίῳ ταύτην τὴν ἐπιφώνησιν μετὰ παιδιᾶς γενέσθαι τοῖς γαμοῦσιν. οὗτος ὁ λόγος πιθανώτατός ἐστι τῶν περὶ τοῦ Ταλασίου λεγομένων, ὀλίγαις δʼ οὖν ὕστερον ἡμέραις ὁ Πομπήϊος ἠγάγετο τὴν Ἀντιστίαν.

据说自此之后——因为塔拉西乌斯的这门亲事确实极为美满——这句祝词便以戏谑的形式成为了对新婚之人的呼声。在有关塔拉西乌斯的各种传说中,这一说法最为可信。无论如何,几天之后庞培便迎娶了安提斯提娅。

语法注3 条
  1. 4.1ὑπὲρ αὐτοῦ

    介词短语 ὑπὲρ αὐτοῦ 表面上可理解为“为他自己辩护”,但结合上文斯特拉博去世的背景以及军款侵吞系其父生前遗留责任来看,代词 αὐτοῦ 指代其父斯特拉博,意为“替其父/代表其父(作为遗产继承人承担责任)”。

  2. 4.3τὴν γνώμην ἀναγορεύσαντος αὐτοῦ τῶν δικαστῶν ἀπολύουσαν

    此句为属格绝对结构。分词 ἀναγορεύσαντος 的逻辑主语为 αὐτοῦ(指主持法庭的大法官安提斯提乌斯),其直接宾语为 τὴν γνώμην。现在分词阴性宾格单数 ἀπολύουσαν(判无罪)作定语修饰 τὴν γνώμην,而属格 τῶν δικαστῶν 则是修饰 γνώμην 的主格性属格(“法官们的裁决”)。词序交错需要注意。

  3. 4.3Ταλασίῳ

    人名塔拉西乌斯(Talasius)的与格单数形式,表示方向或利益(“献给塔拉西乌斯!”)。此处解释了罗马古老婚礼祝词(Talasio)的溯源传说,即抢亲者为防止他人夺走新娘,高声声明该女子是专为显贵塔拉西乌斯所迎娶,后演变为固定的祝祷辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:4.1-4.5