- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:28.1-28.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培在科拉凯西翁海面击溃海盗主力,在不到三个月内平定海患。他并未处决两万多名俘虏,而是将他们安置在荒废的各城邑以及阿开亚的迪梅,使他们转向农耕与定居生活。
οἱ δὲ πλεῖστοι καὶ δυνατώτατοι γενεὰς μὲν αὑτῶν καὶ χρήματα καὶ τὸν ἄχρηστον ὄχλον ἐν φρουρίοις καὶ πολίσμασι καρτεροῖς περὶ τὸν Ταῦρον εἶχον ἀποκείμενα,1 τὰς δὲ ναῦς πληρώσαντες αὐτοὶ περὶ τὸ Κορακήσιον τῆς Κιλικίας ἐπιπλέοντα τὸν Πομπήϊον ἐδέξαντο· καὶ μάχης γενομένης νικηθέντες ἐπολιορκοῦντο. τέλος δὲ πέμψαντες ἱκετηρίας παρέδωκαν ἑαυτοὺς καὶ πόλεις καὶ νήσους ὧν ἐπεκράτουν ἐντειχισάμενοι, χαλεπὰς βιασθῆναι καὶ δυσπροσπελάστους.2
然而,海盗中的大多数与最有力者,已将各自的家眷、资财和毫无战力的老弱寄置在托罗斯山脉一带的坚固要塞和小城镇中,自己则登船布防,在基利家的科拉凯西翁海面上迎击来袭的庞培。海战爆发,他们战败被围。最终,他们送来求降的标志,将自身以及所掌控并筑城据守的各城邑与岛屿尽数交付,而那些地方本是极难强攻且难以接近的。
κατελύθη μὲν οὖν ὁ πόλεμος καὶ τὰ πανταχοῦ λῃστήρια τῆς θαλάσσης ἐξέπεσεν οὐκ ἐν πλείονι χρόνῳ τριῶν μηνῶν, ναῦς δὲ πολλὰς μὲν ἄλλας, ἐνενήκοντα δὲ χαλκεμβόλους παρέλαβεν. αὐτοὺς δὲ δισμυρίων πλείονας γενομένους ἀνελεῖν μὲν οὐδὲ ἐβουλεύσατο, μεθεῖναι δὲ καὶ περιϊδεῖν σκεδασθέντας ἢ συστάντας αὖθις,3 ἀπόρους καὶ πολεμικοὺς καὶ πολλοὺς ὄντας, οὐκ ᾤετο καλῶς ἔχειν.
于是战争遂告结束,各处的海盗行径在不超过三个月的时间内便被逐出海洋;庞培除了接管许多其他船只外,还缴获了九十艘配有青铜撞角的战船。对于人数达两万余的海盗本身,庞培甚至从未考虑将其处决,然而眼见他们既贫困、好战又人数众多,若将其释放并任凭他们四散流窜或再次纠集,他认为绝非良策。
ἐννοήσας οὖν ὅτι φύσει μὲν ἄνθρωπος οὔτε γέγονεν οὔτʼ ἔστιν ἀνήμερον ζῷον οὐδʼ ἄμικτον, ἀλλʼ ἐξίσταται τῇ κακίᾳ παρὰ φύσιν χρώμενος, ἔθεσι δὲ καὶ τόπων καὶ βίων μεταβολαῖς ἐξημεροῦται, καὶ θηρία δὲ διαίτης κοινωνοῦντα πρᾳοτέρας ἐκδύεται τὸ ἄγριον καὶ χαλεπόν, ἔγνω τοὺς ἄνδρας εἰς γῆν μεταφέρειν ἐκ τῆς θαλάσσης καὶ βίου γεύειν ἐπιεικοῦς, συνεθισθέντας ἐν πόλεσιν οἰκεῖν καὶ γεωργεῖν.
因此,他思忖道:人就其本性而言既非生来残暴,亦非不可群居之物,只是因违逆天性而行恶才会偏离正道;反之,通过习俗教化以及居处与生活方式的转变,人是可以被驯化的,正如野兽若分享更为温和的食性与起居,也能褪去其野性与暴戾。于是他决定将这些壮汉自海洋转移到陆地上,使他们习惯于定居城镇与耕种土地,从而品尝到温良生活的滋味。
ἐνίους μὲν οὖν αἱ μικραὶ καὶ ὑπέρημοι τῶν Κιλίκων πόλεις ἐδέξαντο καὶ κατέμιξαν ἑαυταῖς χώραν προσλαβοῦσαι, τὴν δὲ Σολίων ἠρημωμένην ἔναγχος ὑπὸ Τιγράνου τοῦ Ἀρμενίων βασιλέως ἀναλαβὼν ἵδρυσε πολλοὺς ἐν αὐτῇ. τοῖς δὲ πολλοῖς οἰκητήριον ἔδωκε Δύμην τὴν Ἀχαΐδα, χηρεύουσαν ἀνδρῶν τότε, γῆν δὲ πολλὴν καὶ ἀγαθὴν ἔχουσαν.
于是,基利家一些狭小且人烟稀少的城邑接纳了其中一部分人,并在获拨土地后将他们融入自身共同体;庞培又重整了不久前遭亚美尼亚国王提格兰摧残荒废的索利城,并在其中安置了许多人。至于大多数人,他将阿开亚的迪梅赐予他们作为居所,该城彼时虽缺少丁壮,却拥有广袤肥沃的土地。
- 28.1γενεὰς μὲν αὑτῶν καὶ χρήματα καὶ τὸν ἄχρηστον ὄχλον ἐν φρουρίοις καὶ πολίσμασι καρτεροῖς περὶ τὸν Ταῦρον εἶχον ἀποκείμενα
完成时被动分词 ἀποκείμενα 为中性复数宾格,作谓语性分词,统摄性与数各异的三个宾语(阴性复数 γενεάς、中性复数 χρήματα 与阳性单数 ὄχλον)。家眷、老弱人员与资财一同被视作存放的物资,故统合采用中性复数。
- 28.1ὧν ἐπεκράτουν ἐντειχισάμενοι, χαλεπὰς βιασθῆναι καὶ δυσπροσπελάστους
形容词 χαλεπὰς ... καὶ δυσπροσπελάστους 越过关系从句 ὧν ἐπεκράτουν,修饰先行词(宾格短语 πόλεις καὶ νήσους)。βιασθῆναι 是修饰形容词 χαλεπάς 的限定性不定式(说明性不定式),意为“难以用强力攻克”。
- 28.2μεθεῖναι δὲ καὶ περιϊδεῖν σκεδασθέντας ἢ συστάντας αὖθις
动词 περιϊδεῖν 后接补充性分词(σκεδασθέντας ἢ συστάντας),表示“任凭/听任他们流散或再次纠集”。不定式 μεθεῖναι(放走)与 περιϊδεῖν 并列,共同充当非人称短语 οὐκ ᾤετο καλῶς ἔχειν(他认为并非上策)的受格/主语成分。
