← 普鲁塔克

庞培传

§27.1-27.4

调解皮索阻挠与宽大招降海盗

庞培返回罗马平息执政官皮索的阻挠并阻止了罢免其职位的动议,随后扬帆出航并在造访雅典后,通过宽大受降策略推进了肃清海盗的行动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

ἐν δὲ Ῥώμῃ τοῦ ὑπάτου Πείσωνος ὀργῇ καὶ φθόνῳ λυμαινομένου τὴν παρασκευὴν καὶ διαλύοντος τὰ πληρώματα, τὸ μὲν ναυτικὸν εἰς Βρεντέσιον περιέπεμψεν, αὐτὸς δὲ διὰ Τυρρηνίας εἰς Ῥώμην ἀνέβαινεν. αἰσθόμενοι δὲ πάντες ἐξεχύθησαν εἰς τὴν ὁδόν, ὥσπερ οὐ πρὸ ἡμερῶν ὀλίγων ἐκπέμψαντες αὐτόν.

然而在罗马,由于执政官皮索出于愤恨与嫉妒蓄意破坏备战并解散船员,庞培遂将舰队迂回派遣前往布伦迪西乌姆,自己则取道伊特鲁里亚前往罗马。众人闻讯纷纷涌上道路迎候,仿佛数日前才刚送他出征一事从未发生过一般。

§27.2

ἐποίει δὲ τὴν χαρὰν τὸ παρʼ ἐλπίδα τῆς μεταβολῆς τάχος, ὑπερβάλλουσαν ἀφθονίαν τῆς ἀγορᾶς ἐχούσης. ὅθεν ὁ Πείσων ἐκινδύνευσε τὴν ὑπατείαν ἀφαιρεθῆναι, Γαβινίου νόμον ἔχοντος ἤδη συγγεγραμμένον. ἀλλὰ καὶ τοῦτο διεκώλυσεν ὁ Πομπήϊος, καὶ τἆλλα χρηματίσας ἐπιεικῶς καὶ διαπραξάμενος ὧν ἐδεῖτο, καταβὰς εἰς Βρεντέσιον ἐξέπλευσεν.

带来这般欢腾的,是这番转机出乎意料的神速,此时市场上物资极度充盈。因此皮索险些被褫夺执政官职位,加比尼乌斯甚至已经草拟了相关法案。但庞培也阻止了此事,在温和地处置好其余事务并办妥所需的一切之后,他便南下前往布伦迪西乌姆扬帆出航。

§27.3

ἐπειγόμενος δὲ τῷ καιρῷ καὶ παραπλέων τὰς πόλεις ὑπὸ σπουδῆς, ὅμως οὐ παρῆλθε τὰς Ἀθήνας, ἀναβὰς δὲ καὶ θύσας τοῖς θεοῖς καὶ προσαγορεύσας τὸν δῆμον εὐθὺς ἀπιὼν ἀνεγίνωσκεν εἰς αὐτὸν ἐπιγεγραμμένα μονόστιχα, τὸ μὲν ἐντὸς τῆς πύλης· "ἐφʼ ὅσον ὢν ἄνθρωπος οἶδας,1 ἐπὶ τοσοῦτον εἶ θεός·" τὸ δʼ ἐκτός· "προσεδοκῶμεν, προσεκυνοῦμεν, εἴδομεν, προπέμπομεν."

尽管因时机紧迫而急匆匆地从沿途各城旁驶过,他却并未略过雅典,而是登岸向诸神献祭并向民众致意;在随即离去时,他读到了为他题写的单行诗,其中城门内侧的一首是: “你深知自己凡人之躯到何种地步,你便在何种程度上是神明;”而城门外侧的一首则是: “我们曾期盼,曾拜谒,今已瞻仰,今送君行。”

§27.4

ἐπεὶ δὲ τῶν συνεστώτων ἔτι καὶ πλανωμένων ἔξω πειρατηρίων ἐνίοις δεηθεῖσιν ἐπιεικῶς ἐχρήσατο καὶ παραλαβὼν τὰ πλοῖα καὶ τὰ σώματα κακὸν οὐδὲν ἐποίησεν, ἐπʼ ἐλπίδος χρηστῆς οἱ λοιποὶ γενόμενοι τοὺς μὲν ἄλλους διέφευγον ἡγεμόνας, Πομπηΐῳ δὲ φέροντες ἑαυτοὺς μετὰ τέκνων καὶ γυναικῶν ἐνεχείριζον. ὁ δὲ πάντων ἐφείδετο, καὶ μάλιστα διὰ τούτων τοὺς ἔτι λανθάνοντας ἐξιχνεύων καὶ λαμβάνων ἐκόλαζεν ὡς αὐτοὺς ἑαυτοῖς ἀνήκεστα συνειδότας.2

此后,对于仍然聚集且游荡于外海的海盗团伙中那些前来哀求者,庞培予以宽大处置,收缴了其船只与人身之后未施加任何伤害;其余海盗见状也生出希望,纷纷避开其他将领,携妻带子前来归降庞培。庞培宽赦了所有人,并主要借助这些人追查并捕获了那些仍在潜匿的海盗,视他们为自知犯有无可挽回之重罪者而加以惩罚。

语法注2 条
  1. 27.3ἐφʼ ὅσον ὢν ἄνθρωπος οἶδας

    分词 ὢν 用作表示认知或了解之动词 οἶδας 的补充性分词(supplementary participle),意为“在你深知自己是凡人的限度内”。因其逻辑主语与主述动词相同,故采用主格。

  2. 27.4ὡς αὐτοὺς ἑαυτοῖς ἀνήκεστα συνειδότας

    连词 ὡς 与宾格分词 συνειδότας 连用,表明实施惩罚的理由或根据。动词 σύνοιδα 搭配反身代词与格(ἑαυτοῖς)以及中性复数宾格(ἀνήκεστα),构成表示“自知内省所犯之罪无可救药/挽回”的惯用表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:27.1-27.4