- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:26.1-26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法案通过后,庞培重返城内并扩充了军备;他将地中海划分为十三个防区并分派将领,在亲自率精锐进军奇里乞亚之前,仅用四十天便彻底肃清了西地中海的海盗。
τότε μὲν οὖν διελύθησαν ᾗ δὲ ἡμέρᾳ τὴν ψῆφον ἐποίσειν ἔμελλον, ὑπεξῆλθεν ὁ Πομπήϊος εἰς ἀγρόν. ἀκούσας δὲ κεκυρῶσθαι τὸν νόμον εἰσῆλθε νύκτωρ εἰς τὴν πόλιν, ὡς ἐπιφθόνου τῆς πρὸς αὐτὸν ἀπαντήσεως καὶ συνδρομῆς ἐσομένης.1 ἅμα δὲ ἡμέρᾳ προελθὼν ἔθυσε· καὶ γενομένης ἐκκλησίας αὐτῷ, διεπράξατο προσλαβεῖν ἕτερα πολλὰ τοῖς ἐψηφισμένοις ἤδη, μικροῦ διπλασιάσας τὴν παρασκευήν.
当时他们便散去了;但在将要投票的那一天,庞培暗中避往乡野。得知该法案已获通过后,他便在夜间进城,唯恐人们出来迎接并簇拥着他会招致嫉恨。天明时,他出来献祭;当市民大会为他召开时,他在已决议通过的内容之外,又力争获得了许多追加配给,几乎将战备增加了一倍。
πεντακόσιαι μὲν γὰρ αὑτῷ νῆες ἐπληρώθησαν, ὁπλιτῶν δὲ μυριάδες δώδεκα καὶ πεντακισχίλιοι ἱππεῖς ἠθροίσθησαν. ἡγεμονικοὶ δὲ καὶ στρατηγικοὶ κατελέγησαν ἀπὸ βουλῆς ἄνδρες εἰκοσιτέσσαρες ὑπʼ αὐτοῦ, δύο δὲ ταμίαι παρῆσαν. αἱ δὲ τιμαὶ τῶν ὠνίων εὐθὺς πεσοῦσαι λόγον ἡδομένῳ τῷ δήμῳ παρεῖχον, ὡς αὐτὸ τοὔνομα τὸ Πομπηΐου λέλυκε τὸν πόλεμον.
因为为他装备了五百艘战船,召集了十二万重装步兵和五千骑兵。他从元老院中选任了二十四名担任过指挥官和大法官的人,并有两名财务官随行。商品的价格立即下跌,使得欣喜若狂的人民议论说,单是庞培的名字就结束了这场战争。
οὐ μὴν ἀλλὰ διελὼν τὰ πελάγη καὶ τὸ διάστημα τῆς ἐντὸς θαλάσσης εἰς μέρη τρισκαίδεκα, καὶ νεῶν ἀριθμὸν ἐφʼ ἑκάστῳ καὶ ἄρχοντα τάξας, ἅμα πανταχοῦ τῇ δυνάμει σκεδασθείσῃ τὰ μὲν ἐμπίπτοντα τῶν πειρατικῶν ἀθρόα περιλαμβάνων εὐθὺς ἐξεθηρᾶτο καὶ κατῆγεν οἱ δὲ φθάσαντες διαλυθῆναι2 καὶ διεκπεσόντες ὥσπερ εἰς σμῆνος ἐδύοντο πανταχόθεν καταφερόμενοι τὴν Κιλικίαν, ἐφʼ οὓς αὐτὸς ἐστέλλετο ναῦς ἔχων ἑξήκοντα τὰς ἀρίστας.
然而,他将诸海域与内海的水域划分为十三个区域,并为每个区域指定了一定数量的船只和一名指挥官;当兵力同时散布各处时,他把所遭遇的成群海贼一网打尽,立即抓捕并押解回港。而那些迅速散开并突围逃脱的海贼,则如同归巢的蜂群一般从四面八方涌向奇里乞亚藏匿;针对他们,庞培亲自率领六十艘最精良的战船前往进剿。
οὐ μὴν πρότερον ἐπʼ ἐκείνους ἐξέπλευσεν ἢ παντάπασι καθῆραι3 τῶν αὐτόθι λῃστηρίων τὸ Τυρρηνικὸν πέλαγος, τὸ Λιβυκόν, τὸ περὶ Σαρδόνα καὶ Κύρνον καὶ Σικελίαν, ἡμέραις τεσσαράκοντα ταῖς πάσαις, αὑτῷ τε χρώμενος ἀτρύτῳ καὶ τοῖς στρατηγοῖς προθύμοις.
不过,在彻底肃清第勒尼安海、利比亚海以及撒丁岛、科西嘉岛、西西里岛周边水域的本地海盗之前,他并未向那批海盗扬帆进发;凭借他自身的不知疲倦以及将领们的积极奋勇,整个过程总共仅耗费了四十天。
- 26.1ὡς ἐπιφθόνου τῆς πρὸς αὐτὸν ἀπαντήσεως καὶ συνδρομῆς ἐσομένης
连词 ὡς 与将来时分词的属格独立结构(ἐπιφθόνου... ἐσομένης)连用,表示主语庞培的主观动机或担忧(“以为……会招致反感”)。
- 26.3οἱ δὲ φθάσαντες διαλυθῆναι
动词 φθάνω 后接不定式(διαλυθῆναι),构成表示“先……/及时散开”的惯用结构。古典希腊语中该词多接补足分词,但在后期散文中常带不定式,表示“敏捷地……”或“抢先……”。
- 26.4οὐ μὴν πρότερον ἐπʼ ἐκείνους ἐξέπλευσεν ἢ παντάπασι καθῆραι
相关句式 οὐ πρότερον... ἤ 后接不定式 καθῆραι,意为“在彻底肃清……之前,未曾扬帆出征(直到……才出征)”。主句的否定与比较结构确立了完成西海清剿乃是进军奇里乞亚的前提条件。
