- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:25.1-25.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为应对海盗对地中海的封锁及由此引发的粮食危机,加比尼乌斯提出授予庞培空前特权的法案,虽遭元老院强烈反对,却获民众狂热拥护。
ἐπενείματο δὲ ἡ δύναμις αὕτη πᾶσαν ὁμοῦ τι τὴν καθʼ ἡμᾶς θάλασσαν, ὥστε ἄπλουν καὶ ἄβατον ἐμπορίᾳ πάσῃ γενέσθαι, τοῦτο δὴ μάλιστα Ῥωμαίους ἐπέστρεψε,1 θλιβομένους τῇ ἀγορᾷ καὶ σπάνιν μεγάλην προσδοκῶντας, ἐκπέμψαι Πομπήϊον ἀφαιρησόμενον τῶν πειρατῶν τὴν θάλασσαν.
这股势力几乎席卷了我们的整片大海,以致它变得无法通航,彻底阻断了一切商贸。正是这一点最强烈地促使了因粮食市场匮乏而备受煎熬、预见将有重大粮荒的罗马人,派遣庞培前去夺回被海盗控制的海域。
ἔγραψε δὲ Γαβίνιος, εἷς τῶν Πομπηΐου συνήθων, νόμον οὐ ναυαρχίαν, ἄντικρυς δὲ μοναρχίαν αὐτῷ διδόντα καὶ δύναμιν ἐπὶ πάντας ἀνθρώπους ἀνυπεύθυνον. ἐδίδου γὰρ ἄρχειν ὁ νόμος αὐτῷ τῆς ἐντὸς Ἡρακλείων στηλῶν θαλάσσης, ἠπείρου δὲ πάσης ἐπὶ σταδίους τετρακοσίους ἀπὸ θαλάσσης, τοῦτο δὲ οὐ πάνυ πολλὰ χωρία τῆς ὑπὸ Ῥωμαίων οἰκουμένης τὸ μέτρον ἐξέφυγεν,2 ἀλλὰ τὰ μέγιστα τῶν ἐθνῶν καὶ τῶν βασιλέων οἱ δυνατώτατοι περιελαμβάνοντο.
庞培的密友之一加比尼乌斯起草了一项法案,赋予庞培的并非仅仅是海军指挥权,而是不折不扣的君主专制和对所有人的不受问责的权力。因为该法案授予他赫拉克勒斯之柱以内海域的统治权,以及距海四百斯塔德以内的全部陆地;罗马统治下的人居世界中逃脱这一限度的地方屈指可数,最庞大的各部族和实力最雄厚的诸国王皆被囊括其中。
πρὸς δὲ τούτοις ἑλέσθαι3 πεντεκαίδεκα πρεσβευτὰς αὐτὸν ἐκ βουλῆς ἐπὶ τὰς κατὰ μέρος ἡγεμονίας, χρήματα δὲ λαμβάνειν ἐκ τῶν ταμιείων καὶ παρὰ τῶν τελωνῶν ὅσα βούλοιτο καὶ ναῦς διακοσίας, κύριον ὄντα πλήθους καὶ καταλόγου στρατιᾶς καὶ πληρωμάτων ἐρετικῶν. ἀναγνωσθέντων δὲ τούτων ὁ μὲν δῆμος ὑπερφυῶς ἐδέξατο, τῆς δὲ συγκλήτου τοῖς μεγίστοις καὶ δυνατωτάτοις ἔδοξε μεῖζον μὲν φθόνου, φόβου δὲ ἄξιον εἶναι τὸ τῆς ἐξουσίας ἀπερίληπτον καὶ ἀόριστον.
除这些之外,还规定他可亲自从元老院中选拔十五名使节分领各部辖区,从国库和包税人处随意支取所需的款项,并统领两百艘战舰,对陆军的兵额与征召以及桨手编制拥有全权裁决权。这些条款宣读之后,民众报以超乎寻常的狂热拥护,但元老院中最显赫、最有权势的人士却认为,这种不受羁绊且漫无边际的权力已非令人艳羡,实足令人惊惧。
ὅθεν ἐνίσταντο τῷ νόμῳ, πλὴν Καίσαρος οὗτος δὲ συνηγόρει τῷ νόμῳ, Πομπηΐου μὲν ἐλάχιστα φροντίζων, ὑποδυόμενος δὲ τὸν δῆμον ἐξ ἀρχῆς ἑαυτῷ καὶ κτώμενος, οἱ δὲ ἄλλοι τοῦ Πομπηΐου σφοδρῶς καθήπτοντο. καὶ τῶν μὲν ὑπάτων ἅτερος, εἰπὼν πρὸς αὐτὸν ὅτι Ῥωμύλον ζηλῶν οὐ φεύξεται ταὐτὸν ἐκείνῳ τέλος, ἐκινδύνευσεν ὑπὸ τοῦ πλήθους διαφθαρῆναι·
因此他们极力抗拒这项法案,唯独恺撒除外;恺撒出面支持该法,倒并非真正在意庞培,而是从一开始就在向民众献媚并将其拉拢至自己一边。其他人则猛烈抨击庞培。执政官之一甚至当面警告他:若效法罗慕路斯,他必难逃罗慕路斯的下场;结果险些被群情激愤的民众撕成碎片。
Κάτλου δὲ κατὰ τοῦ νόμου προσελθόντος, πολλὴν μὲν αἰδούμενος ὁ δῆμος ἡσυχίαν παρεῖχεν, ἐπεὶ δὲ πολλὰ μετὰ τιμῆς ἀνεπιφθόνως ὑπὲρ τοῦ Πομπηΐου διελθὼν συνεβούλευε φείδεσθαι καὶ μὴ προβάλλειν τοιοῦτον ἄνδρα κινδύνοις ἐπαλλήλοις καὶ πολέμοις, ἢ τίνα εἶπεν, ἕξετε ἄλλον, ἂν ἀπολέσητε τοῦτον; ἐκ μιᾶς γνώμης ὑπεφώνησαν ἅπαντες, σὲ αὐτόν.
当卡图卢斯登台反对该法案时,民众出于敬重,保持了极大的静默。然而,当他怀着崇敬而毫无妒意地为庞培陈说了诸多褒奖之辞后,规劝众人应当爱惜这样的人才,莫令其接连遭受险阻与征战: “否则,”他问道, “倘若你们失去了此人,还能再有谁 可堪替代呢?” 所有人异口同声地高呼: “正是你自己!”
ὁ μὲν οὖν Κάτλος, ὡς οὐκ ἔπειθεν, ἀπέστη· Ῥωσκίου δὲ προσελθόντος οὐδεὶς ἤκουσεν· ὁ δὲ τοῖς δακτύλοις διεσήμαινε μὴ μόνον, ἀλλὰ δεύτερον αἱρεῖσθαι Πομπήϊον. ἐπὶ τούτῳ λέγεται δυσχεράναντα τὸν δῆμον τηλικοῦτον ἀνακραγεῖν ὥστε ὑπερπετόμενον κόρακα τῆς ἀγορᾶς τυφωθῆναι καὶ καταπεσεῖν εἰς τὸν ὄχλον.
于是卡图卢斯自知无法说服众人,便退了下来。当罗斯基乌斯登台时,根本无人愿听;他遂用手指比划示意,不应单选庞培一人,而应再选一人与其共领。据说民众见状极为愤慨,爆发出如此骇人的呼啸,以致一只正掠过广场上空的乌鸦竟被震昏,直坠入人群之中。
ὅθεν οὐ δοκεῖ ῥήξει τοῦ ἀέρος καὶ διασπασμῷ κενὸν πολὺ λαμβάνοντος ἐνολισθαίνειν τὰ πίπτοντα τῶν ὀρνέων,4 ἀλλὰ τυπτόμενα τῇ πληγῇ τῆς φωνῆς, ὅταν ἐν τῷ ἀέρι σάλον καὶ κῦμα ποιήσῃ πολλὴ καὶ ἰσχυρὰ φερομένη.
由此看来,坠落的鸟类似乎并非因空气破裂撕开而产生巨大真空致使失足滑落,而是在声浪携磅礴强劲之势传播、于空气中掀起震荡与巨浪时,受到这声浪的重击而跌落的。
- 25.1ἐπέστρεψε
此处作“促使/使转向”解,支配宾格对象 Ῥωμαίους 并搭配补足不定式 ἐκπέμψαι,构成使役/导引性句式,其主语为前指代词 τοῦτο。
- 25.2τοῦτο δὲ οὐ πάνυ πολλὰ χωρία τῆς ὑπὸ Ῥωμαίων οἰκουμένης τὸ μέτρον ἐξέφυγεν
此句为超步离隔结构(hyperbaton),指示代词 τοῦτο 与被修饰词 τὸ μέτρον 被相隔开来,共同作动词 ἐξέφυγεν 的宾语(意为“逃脱了此项限度”);分句的主语是 οὐ πάνυ πολλὰ χωρία(“并非很多地方”)。
- 25.3πρὸς δὲ τούτοις ἑλέσθαι
不定式 ἑλέσθαι(以及随后的 λαμβάνειν)在间接引语中承接前文 ἔγραψε νόμον 所提出的法案规定,陈述法律条款内容;不定式的意义主语为代词宾格 αὐτόν(指庞培)。
- 25.7ὅθεν οὐ δοκεῖ ῥήξει τοῦ ἀέρος καὶ διασπασμῷ κενὸν πολὺ λαμβάνοντος ἐνολισθαίνειν τὰ πίπτοντα τῶν ὀρνέων
全句核心为主干 οὐ δοκεῖ τὰ πίπτοντα τῶν ὀρνέων ἐνολισθαίνειν(“下坠的鸟类似乎并非失足滑落”)。属格分词短语 κενὸν πολὺ λαμβάνοντος 的逻辑主语可从前置词组 ῥήξει τοῦ ἀέρος 中承前理解为 τοῦ ἀέρος(“当空气承受/产生巨大真空时”),作属格独立结构或进一步补充说明;后半句以 ἀλλὰ τυπτόμενα... 提示其真正受声波击落的原因,构成对比。
