- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:24.1-24.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
基里西亚海盗趁罗马内战之际大肆扩充势力,劫掠沿海城市与著名圣所,并肆意戏弄杀害被俘的罗马官民。
ἡ γὰρ πειρατικὴ δύναμις ὡρμήθη μὲν ἐκ Κιλικίας τὸ πρῶτον, ἀρχὴν παράβολον λαβοῦσα καὶ λανθάνουσαν, φρόνημα δὲ καὶ τόλμαν ἔσχεν ἐν τῷ Μιθριδατικῷ πολέμῳ, χρήσασα ταῖς βασιλικαῖς ὑπηρεσίαις ἑαυτήν.1
海盗的势力起初发轫于奇里乞亚,其开端既冒险又隐蔽;但在米特拉达梯战争期间,他们通过向国王称臣效劳,从而获得了气焰与胆魄。
εἶτα Ῥωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις περὶ θύρας τῆς Ῥώμης συμπεσόντων, ἔρημος οὖσα φρουρᾶς ἡ θάλασσα κατὰ μικρὸν αὐτοὺς ἐφείλκετο καὶ προῆγεν, οὐκέτι τοῖς πλέουσι μόνον ἐπιτιθεμένους, ἀλλὰ καὶ νήσους καὶ πόλεις παραλίους ἐκκόπτοντας. ἤδη δὲ καὶ χρήμασι δυνατοὶ καὶ γένεσι λαμπροὶ καὶ τὸ φρονεῖν ἀξιούμενοι διαφέρειν ἄνδρες ἐνέβαινον εἰς τὰ λῃστρικὰ καὶ μετεῖχον, ὡς καὶ δόξαν τινὰ καὶ φιλοτιμίαν τοῦ ἔργου φέροντος.
其后,正当罗马人在内战中于罗马城门之下自相残杀之际,失去防卫的大海逐渐诱引着他们得寸进尺,使他们不再仅袭击过往舟楫,甚至进而劫掠岛屿与沿岸城邑。不久,连家资巨富者、门第显赫者以及自命才智过人者,亦纷纷投身入海盗行径并参与其事,仿佛此业竟能带来某种名望与荣宠。
ἦν δὲ καὶ ναύσταθμα πολλαχόθι πειρατικὰ καὶ φρυκτώρια τετειχισμένα, καὶ στόλοι προσέπιπτον οὐ πληρωμάτων μόνον εὐανδρίαις οὐδὲ τέχναις κυβερνητῶν οὐδὲ τάχεσι νεῶν καὶ κουφότησιν ἐξησκημένοι πρὸς τὸ οἰκεῖον ἔργον, ἀλλὰ τοῦ φοβεροῦ μᾶλλον αὐτῶν τὸ ἐπίφθονον ἐλύπει καὶ ὑπερήφανον, στυλίσι χρυσαῖς καὶ παραπετάσμασιν ἁλουργοῖς καὶ πλάταις ἐπαργύροις, ὥσπερ ἐντρυφώντων τῷ κακουργεῖν καὶ καλλωπιζομένων.2
此外,海盗的锚地与筑有壁垒的烽燧遍布各处;其舰队出袭时,不仅凭靠水手的精悍、舵手的技艺以及舟楫的迅捷与轻便而充分操练于分内之责,而且比起令人畏惧,其更令人愤慨与侧目的,乃是其骄横张扬之态:金色的桅顶、紫红的帷幄以及镀银的船桨,仿佛他们正在作恶中尽情享乐并借此炫耀自身。
αὐλοὶ δὲ καὶ ψαλμοὶ καὶ μέθαι παρὰ πᾶσαν ἀκτὴν καὶ σωμάτων ἡγεμονικῶν ἁρπαγαὶ καὶ πόλεων αἰχμαλώτων ἀπολυτρώσεις ὄνειδος ἦσαν τῆς Ῥωμαίων ἡγεμονίας, ἐγένοντο δʼ οὖν αἱ μὲν λῃστρίδες νῆες ὑπὲρ χιλίας, αἱ δὲ ἁλοῦσαι πόλεις ὑπʼ αὐτῶν τετρακόσιαι.
各处海岸上的笛声、弦乐与酗酒狂欢,对高级官吏的掳劫,以及对沦陷城邑的赎金勒索,无不成为罗马霸权的耻辱。无论如何,海盗船已逾千艘,被其攻陷的城市达四百座之多。
τῶν δὲ ἀσύλων καὶ ἀβάτων πρότερον ἱερῶν ἐξέκοψαν ἐπιόντες τὸ Κλάριον, τὸ Διδυμαῖον, τὸ Σαμοθρᾴκιον, τὸν ἐν Ἑρμιόνῃ τῆς Χθονίας νεὼν καὶ τὸν ἐν Ἐπιδαύρῳ τοῦ Ἀσκληπιοῦ καὶ τὸν Ἰσθμοῖ καὶ Ταινάρῳ καὶ Καλαυρίᾳ τὸν Ποσειδῶνος, τοῦ δὲ Ἀπόλλωνος τὸν ἐν Ἀκτίῳ καὶ Λευκάδι, τῆς δὲ Ἥρας τὸν ἐν Σάμῳ, τὸν ἐν Ἄργει, τὸν ἐπὶ Λακινίῳ. ξένας δὲ θυσίας ἔθυον αὐτοὶ τὰς ἐν Ὀλύμπῳ, καὶ τελετάς τινας ἀπορρήτους ἐτέλουν, ὧν ἡ τοῦ Μίθρου καὶ μέχρι δεῦρο διασώζεται καταδειχθεῖσα πρῶτον ὑπʼ ἐκείνων.
他们进攻并洗劫了往昔不可侵犯且不容践踏的圣所:克拉罗斯、狄狄玛、萨莫色雷斯等处的圣所,赫尔弥奥涅的克托尼亚神殿,埃皮达鲁斯的阿斯克勒庇俄斯神殿,地峡、泰纳隆及喀拉乌里亚的海神波塞冬神殿,阿克提乌姆与勒卡斯的阿波罗神殿,以及萨摩斯、阿尔戈斯和拉基尼翁岬的赫拉神殿。他们还在奥林匹斯献祭奇异的异邦牺牲,举行某种密仪,其中密特拉的密仪由他们率先创行,流传至今。
πλεῖστα δὲ Ῥωμαίοις ἐνυβρίσαντες, ἔτι καὶ τὰς ὁδοὺς αὐτῶν ἀναβαίνοντες ἀπὸ θαλάσσης ἐληΐζοντο καὶ τὰς ἐγγὺς ἐπαύλεις ἐξέκοπτον. ἥρπασαν δέ ποτε καὶ στρατηγοὺς δύο Σεξτίλιον καὶ Βελλῖνον ἐν ταῖς περιπορφύροις, καὶ τούς ὑπηρέτας ἅμα καὶ ῥαβδοφόρους ᾤχοντο σὺν αὐτοῖς ἐκείνοις ἔχοντες.3 ἥλω δὲ καὶ θυγάτηρ Ἀντωνίου, θριαμβικοῦ ἀνδρός, εἰς ἀγρὸν βαδίζουσα, καὶ πολλῶν χρημάτων ἀπελυτρώθη.
他们对罗马人的凌辱尤为深重,甚至从海上登岸劫掠罗马的大道,洗劫近旁的庄园。有一次,他们甚至掳走了身着镶紫红边袍服的两位法务官塞克斯提利乌斯与贝利努斯,并将他们的随从与侍从官一同押走。曾享凯旋式荣耀的安东尼乌斯之女在前往乡村庄园途中被俘,耗费巨资始得赎回。
ἐκεῖνο δὲ ἦν ὑβριστικώτατον. ὁπότε γάρ τις ἑαλωκὼς ἀναβοήσειε Ῥωμαῖος εἶναι καὶ τοὔνομα φράσειεν, ἐκπεπλῆχθαι προσποιούμενοι καὶ δεδιέναι τούς τε μηροὺς ἐπαίοντο καὶ προσέπιπτον αὐτῷ, συγγνώμην ἔχειν ἀντιβολοῦντες· ὁ δὲ ἐπείθετο ταπεινοὺς ὁρῶν καὶ δεομένους, ἐκ τούτου δὲ οἱ μὲν ὑπέδουν τοῖς καλκίοις αὐτόν, οἱ δὲ τήβεννον περιέβαλλον, ὡς δὴ μὴ πάλιν ἀγνοηθείη.
然而,最为骄横侮慢之事乃是如下行径:每当有被俘者高呼自己是罗马人并报出名号时,他们便假装惊恐万状、畏惧不已,拍打大腿并拜倒在其脚下乞求宽恕;被俘者见他们如此卑躬屈膝地哀求,便信以为真;随后,有人为他穿上罗马皮鞋,有人为他披上托加袍,口称唯恐再度将他认错。
πολὺν δὲ χρόνον οὕτω κατειρωνευσάμενοι καὶ ἀπολαύσαντες τοῦ ἀνθρώπου, τέλος ἐν μέσῳ πελάγει κλίμακα προσβαλόντες ἐκέλευον ἐκβαίνειν καὶ ἀπιέναι χαίροντα, τὸν δὲ μὴ βουλόμενον ὠθοῦντες αὐτοὶ κατέδυον.
如此大肆戏弄、取乐良久之后,他们最终在大海中央架下跳梯,命他下船并在欢欣中自行离去;若其不肯就范,他们便亲手将其推入海中溺毙。
- 24.1χρήσασα ταῖς βασιλικαῖς ὑπηρεσίαις ἑαυτήν
动词 χράω 的主动过去时分词 χρήσασα 支配与格补足语 ταῖς βασιλικαῖς ὑπηρεσίαις 和反身代词宾格 ἑαυτήν,构成特殊的主动及物搭配,意为“使自身效力于国王的差役/将自身提供给国王”。此处不可与更常见的中动异相动词 χρῶμαι+与格(“使用、采用”)相混淆。
- 24.3ὥσπερ ἐντρυφώντων τῷ κακουργεῖν καὶ καλλωπιζομένων
属格分词 ἐντρυφώντων 与 καλλωπιζομένων 充当无明确名词主语的独立属格(或在逻辑上承接上文 στόλοι 所暗含的船员,形成语义呼应)。与 ὥσπερ 连用,构成副词性状语,形象地刻画海盗“仿佛在肆意作恶并炫耀其罪行”的跋扈心态。
- 24.6ᾤχοντο σὺν αὐτοῖς ἐκείνοις ἔχοντες
动词 οἴχομαι 搭配分词 ἔχοντες 构成古希腊语惯用结构,意为“带着……离去/将……一同拐走”。句中 σὺν αὐτοῖς ἐκείνοις 指代前文提及的两位法务官,表明海盗将随从和扈从侍卫官与长官本人一同劫走。
