- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:23.1-23.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在执政官任期将尽之际,一名市民宣称得到神明托梦,克拉苏借此主动修好,两人达成和解并卸任。退职后克拉苏一如既往投身公众生活,而庞培则选择淡出法庭与广场,刻意保持孤高以防显赫军功在平民的平等氛围中受到损抑。
ἤδη δὲ τῆς ἀρχῆς περαινομένης τῷ Πομπηΐῳ, τῆς δὲ πρὸς Κράσσον αὐξομένης διαφορᾶς, Γάϊός τις Αὐρήλιος, ἀξίωμα μὲν ἱππικὸν ἔχων, βίῳ δὲ ἀπράγμονι κεχρημένος, ἐκκλησίας οὔσης ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προσελθὼν ἔφη κατὰ τοὺς ὕπνους αὐτῷ τὸν Δία φανῆναι, κελεύοντα τοῖς ὑπάτοις φράσαι μὴ πρότερον ἀποθέσθαι τὴν ἀρχὴν ἢ φίλους ἀλλήλοις γενέσθαι.
当庞培的任期已近尾声,而他与克拉苏的分歧日益扩大之时,一位名叫盖乌斯·奥列里乌斯的人——此人虽具骑士等级的身分,却过着不涉尘务的退隐生活——趁公民大会召开之际登上了演说台,走上前声称朱庇特在梦中向他显现,命他转告两位执政官,除非彼此结为友朋,否则不得卸任职事。
ῥηθέντων δὲ τούτων ὁ μὲν Πομπήϊος ἡσυχίαν ἦγεν ἑστώς, ὁ δὲ Κράσσος ἀρξάμενος δεξιοῦσθαι καὶ προσαγορεύειν αὐτόν, οὐδέν, εἶπεν, οἶμαι ποιεῖν ἀγεννὲς οὐδὲ ταπεινόν, ὦ πολῖται, Πομπηΐῳ πρότερος ἐνδιδούς, ὃν ὑμεῖς μήπω μὲν γενειῶντα Μέγαν ἠξιώσατε καλεῖν, μήπω δὲ μετέχοντι βουλῆς1 ἐψηφίσασθε δύο θριάμβους. ἐκ τούτου διαλλαγέντες ἀπέθεντο τὴν ἀρχήν·
这番话讲完之后,庞培静静地站着不发一言,克拉苏却主动上前伸出手去向他致意: “公民们,”他说,“我认为自己在向庞培率先让步一事上,并未做出任何有失尊严或卑躬屈膝的举动;而对于他,诸君在他尚未蓄须之时便认为配得上称之为‘大’,在他尚未跻身元老院之际便为他票决了两次凯旋式。” 由此二人达成和解,并卸下了官职。
καὶ Κράσσος μὲν ὅνπερ ἐξ ἀρχῆς εἵλετο τρόπον τοῦ βίου διεφύλαττε, Πομπήϊος δὲ τάς τε πολλὰς ἀνεδύετο συνηγορίας καὶ τὴν ἀγορὰν κατὰ μικρὸν ἀπέλειπε καὶ προῄει σπανίως εἰς τὸ δημόσιον, ἀεὶ δὲ μετὰ πλήθους, οὐ γὰρ ἦν ἔτι ῥᾴδιον ὄχλου χωρὶς ἐντυχεῖν οὐδʼ ἰδεῖν αὐτόν, ἀλλʼ ἥδιστος ὁμοῦ πολλοῖς καὶ ἀθρόοις ἐφαίνετο, σεμνότητα περιβαλλόμενος ἐκ τούτου τῇ ὄψει καὶ ὄγκον, ταῖς δὲ τῶν πολλῶν ἐντεύξεσι καὶ συνηθείαις ἄθικτον οἰόμενος δεῖν τὸ ἀξίωμα διατηρεῖν.
克拉苏仍维持着自己自始选择的生活方式;庞培则推辞了大量的法庭申辩,逐渐告别了广场,极少在公共场合抛头露面,且露面时总有随从队伍簇拥。因为若非在人群之中,人们已很难再遇见或见到他;他反而最乐于在众人簇拥团聚之时示人,借此使自己的仪容披上威仪与尊隆,并认为必须使自己的尊荣免遭寻常大众的接触与熟稔之玷污。
ὁ γὰρ ἐν ἱματίῳ βίος ἐπισφαλής ἐστι πρὸς ἀδοξίαν τοῖς ἐκ τῶν ὅπλων μεγάλοις καὶ πρὸς ἰσότητα δημοτικὴν ἀσυμμέτροις· αὐτοὶ μὲν γὰρ καὶ ἐνταῦθα πρωτεύειν, ὡς ἐκεῖ, δικαιοῦσι, τοῖς δὲ ἐκεῖ φερομένοις ἔλαττον2 ἐνταῦθα γοῦν μὴ πλέον ἔχειν οὐκ ἀνεκτόν ἐστι. διὸ τὸν ἐν στρατοπέδοις καὶ θριάμβοις λαμπρόν, ὅταν ἐν ἀγορᾷ λάβωσιν, ὑπὸ χεῖρα ποιοῦνται καὶ καταβάλλουσι, τῷ δὲ ἀπολεγομένῳ καὶ ὑποχωροῦντι τὴν ἐκεῖ τιμὴν καὶ δύναμιν ἀνεπίφθονον φυλάττουσιν. ἐδήλωσε δὲ αὐτὰ τὰ πράγματα μετʼ ὀλίγον χρόνον.
因为对于凭借兵刃立下显赫功业、无法适应平民平等生活的人而言,平民便服的生活极易招致贬损;他们自己固然自认应当在此处亦如在军中一般高居首位,但那些在军中处于下风的人,却绝无法忍受自己在此处至少不能占得上风。因此,凡在军营与凯旋式中光彩照人者,一旦被人们在广场中抓到,人们便会将其制服并加以打压;而对那些谢绝俗务、退隐自居的人,人们反倒会心无嫉意地守护其在军中所得的荣誉与权势。而不久之后的局势本身便证实了这一点。
- 23.2μήπω δὲ μετέχοντι βουλῆς
在关系代词 ὃν 引导的从句中,前半句受 ἠξιώσατε καλεῖν 支配采用宾格(ὃν... γενειῶντα),后半句与 ἐψηφίσασθε 并列时,句式转而顺应后者的格支配要求(与格),使分词 μετέχοντι 变为与格。这是一种省去代词 αὐτῷ 而直接依后一动词变格的接续性句式交替(破格/格的转换)。
- 23.4τοῖς δὲ ἐκεῖ φερομένοις ἔλαττον
短语 φέρεσθαι ἔλαττον 为习语,意为“处于下风”或“落败”。副词 ἐκεῖ(“在那边”,指军旅/战事)与前文的 ἐκ τῶν ὅπλων 相应,并与后面的 ἐνταῦθα(“在此处”,指民事/广场政治生活)形成对照。整个与格分词短语作非人称结构 οὐκ ἀνεκτόν ἐστι(“对……而言是无法忍受的”)的体验者与格。
