- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:22.1-22.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培在克拉苏的恳请下与之共同当选执政官,因恢复保民官职而大获民心,并在监察官审查兵役时亲自牵马受审,宣告所有服役皆在自己统帅之下完成,赢得全场轰动。
Ψηφισθέντος οὖν αὐτῷ δευτέρου θριάμβου καὶ ὑπατείας οὐ διὰ ταῦτα θαυμαστὸς ἐδόκει καὶ μέγας, ἀλλʼ ἐκεῖνο τεκμήριον ἐποιοῦντο τῆς λαμπρότητος, ὅτι Κράσσος, ἀνὴρ τῶν τότε πολιτευομένων πλουσιώτατος καὶ δεινότατος εἰπεῖν καὶ μέγιστος, αὐτόν τε Πομπήϊον ὑπερφρονῶν καὶ τούς ἄλλους ἅπαντας, οὐκ ἐθάρρησεν ὑπατείαν μετιέναι πρότερον ἢ Πομπηΐου δεηθῆναι.
因此,当第二次凯旋式与执政官职位被票决授予他时,人们并未因这些而认为他奇伟卓越;相反,人们将下述一事视作他光辉显赫的明证:当时从政者中最富有、最擅长辞令且权势最显赫的克拉苏——此人原本蔑视庞培本人以及其他所有人——竟不敢在恳求庞培之前去谋求执政官职位。
καὶ μέντοι Πομπήϊος ἠγάπησε, πάλαι δεόμενος χρείας τινὸς ὑπάρξαι καὶ φιλανθρωπίας πρὸς αὐτόν· ὥστε καὶ δεξιοῦσθαι προθύμως καὶ παρακαλεῖν τὸν δῆμον, ἐπαγγελλόμενος χάριν ἕξειν οὐκ ἐλάττονα τοῦ συνάρχοντος ἢ τῆς ἀρχῆς.1
况且,庞培亦欣然应允,因他早有意向克拉苏施以某种效劳与善意;以至于他不仅热情相待,更向平民呼吁,承诺自己获得这样一位同僚的感激之情,绝不亚于获得官职本身。
οὐ μὴν ἀλλʼ ἀποδειχθέντες ὕπατοι διεφέροντο πάντα καὶ προσέκρουον ἀλλήλοις· καὶ ἐν μὲν τῇ βουλῇ μᾶλλον ἴσχυεν ὁ Κράσσος, ἐν δὲ τῷ δήμῳ μέγα τὸ Πομπηΐου κράτος ἦν. καὶ γὰρ ἀπέδωκε τὴν δημαρχίαν αὐτῷ, καὶ τὰς δίκας περιεῖδεν αὖθις εἰς τοὺς ἱππέας νόμῳ μεταφερομένας.2 ἥδιστον δὲ θέαμα τῷ δήμῳ παρέσχεν αὐτὸς ἑαυτὸν τὴν στρατείαν παραιτούμενος.
然而,被任命为执政官后,他们在一切事务上皆存分歧并相互抵触;在元老院中克拉苏更具势力,而在平民之中庞培的威权则极为巨大。因为庞培将保民官职还给了民众,并听任审判权依据法律再度移交给骑士阶层。但他向平民展现的最为悦目的景象,是他亲自请求免除自己的兵役。
ἔθος γάρ ἐστι Ῥωμαίων τοῖς ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν εἰς ἀγορὰν τὸν ἵππον ἐπὶ τούς δύο ἄνδρας οὓς τιμητὰς καλοῦσι, καὶ καταριθμησαμένους τῶν στρατηγῶν καὶ αὐτοκρατόρων ἕκαστον ὑφʼ οἷς ἐστρατεύσαντο, καὶ δόντας εὐθύνας τῆς στρατείας ἀφίεσθαι. νέμεται δὲ καὶ τιμὴ καὶ ἀτιμία προσήκουσα τοῖς βίοις ἑκάστων.
因为罗马人的习俗是,当骑士们服满了法定年限的兵役时,便将马匹牵入广场,来到被称为监察官的两位长官面前,在列举了自己曾在其麾下服役的各位将领和统帅,并对自己的兵役交代清楚后,方得退役。根据每个人的生平操行,亦会给予相应的嘉奖或惩戒。
τότε δὴ προεκάθηντο μὲν οἱ τιμηταὶ Γέλλιος καὶ Λέντλος ἐν κόσμῳ, καὶ πάροδος ἦν τῶν ἱππέων ἐξεταζομένων, ὤφθη δὲ Πομπήϊος ἄνωθεν ἐπʼ ἀγορὰν κατερχόμενος, τὰ μὲν ἄλλα παράσημα τῆς ἀρχῆς ἔχων, αὐτὸς δὲ διὰ χειρὸς ἄγων τὸν ἵππον. ὡς δʼ ἐγγὺς ἦν καὶ καταφανὴς ἐγεγόνει, κελεύσας διασχεῖν τοὺς ῥαβδοφόρους τῷ βήματι προσήγαγε τὸν ἵππον.
当时,监察官盖利乌斯与伦图卢斯正肃穆端坐,受检阅的骑士们正在列队入场,只见庞培从上方走下进入广场,他身着执政官的其他各种仪仗标志,却亲自用手牵着战马。当他临近且清晰可见时,他命令扈从侍卫们分开让路,将马引至审判台前。
ἦν δὲ τῷ δήμῳ θαῦμα καὶ σιωπὴ πᾶσα, τούς τε ἄρχοντας αἰδὼς ἅμα καὶ χαρὰ πρὸς τὴν ὄψιν ἔσχεν. εἶτα ὁ μὲν πρεσβύτερος ἠρώτησε· πυνθάνομαί σου, ὦ Πομπήϊε Μάγνε, εἰ πάσας ἐστράτευσαι τὰς κατὰ νόμον στρατείας; Πομπήϊος δὲ μεγάλῃ φωνῇ, πάσας, εἶπεν, ἐστράτευμαι, καὶ πάσας ὑπʼ ἐμαυτῷ αὐτοκράτορι. τοῦτο ἀκούσας ὁ δῆμος ἐξέκραγε, καὶ κατασχεῖν οὐκέτι τὴν βοὴν ὑπὸ χαρᾶς ἦν,3 ἀλλʼ ἀναστάντες οἱ τιμηταὶ προέπεμπον αὐτόν οἴκαδε, χαριζόμενοι τοῖς πολίταις ἑπομένοις καὶ κροτοῦσιν.
平民一片惊叹,全场肃然无声,而长官们见此情景亦兼具敬畏与欢欣。随后年长的那位监察官发问: “伟大的庞培,我问你,你是否已服满了法律规定的所有兵役?” 庞培洪声答道: “我已服满了所有的兵役,”他说,“而且全是在我本人作为最高统帅的麾下服役的。” 听到这话,平民齐声欢呼,因欢喜之极再也无法抑制呐喊之声;监察官们遂起立护送他归第,以顺应一路尾随并鼓掌喝彩的公民们的心愿。
- 22.2χάριν ἕξειν οὐκ ἐλάττονα τοῦ συνάρχοντος ἢ τῆς ἀρχῆς
属格短语 τοῦ συνάρχοντος 和 τῆς ἀρχῆς 依附于 χάριν ἕξειν(感激、心存感激),表示感激的原因或对象,并与比较级结构 οὐκ ἐλάττονα ... ἤ(不亚于……)连用,意为“感激拥有这样的同僚,绝不亚于感激获得这一官职本身”。
- 22.3περιεῖδεν αὖθις εἰς τοὺς ἱππέας νόμῳ μεταφερομένας
动词 περιεῖδεν(περιοράω 的不定过去时)接补充分词 μεταφερομένας,构成“坐视……发生、容许/默认……”的句式,指庞培作为执政官对审判权依法律重新划归骑士阶层一事未加阻拦并予以放行。
- 22.6κατασχεῖν οὐκέτι τὴν βοὴν ὑπὸ χαρᾶς ἦν
由 ἦν 加上不定式(κατασχεῖν)构成的非人称可能句式,表示“能够……(it was possible)”。与否定副词 οὐκέτι 结合,意为“再也无法抑制呐喊”;ὑπὸ χαρᾶς 则是表示情感起因的介词短语(“出于狂喜”)。
