← 普鲁塔克

庞培传

§21.1-21.5

返回意大利与平定奴隶战争及恢复保民官权

庞培在平定西班牙后率军返回意大利,歼灭奴隶战争溃卒并将终结战事归功于己。他通过预告解散军队消除了政变疑虑,转而通过谋求恢复保民官职权来争取民众的拥戴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ἐκ δὲ τούτου παραμείνας χρόνον ὅσον τὰς μεγίστας κατασβέσαι ταραχὰς καὶ τὰ φλεγμαίνοντα μάλιστα καταστῆσαι καὶ διαλῦσαι τῶν πραγμάτων, ἀπῆγεν εἰς Ἰταλίαν τὸν στρατόν, ἀκμάζοντι τῷ δουλικῷ πολέμῳ κατὰ τύχην φερόμενος. διὸ καὶ Κράσσος ὁ στρατηγὸς ἤπειξε παραβόλως τὴν μάχην, καὶ κατευτύχησε, δισχιλίους τριακοσίους ἐπὶ μυρίοις κτείνας.

此后,庞培在当地停留了刚好足以平息最大动乱、整肃并化解局势中最炽烈事态的时间,便率军返回意大利,恰逢奴隶战争正处于顶峰。因此,统帅克拉苏亦不顾危险地急促催战,并侥幸大捷,斩敌一万两千三百人。

§21.2

οὐ μὴν ἀλλὰ καὶ τούτῳ τὸν Πομπήϊον εἰσποιούσης ἁμῶς γέ πως τῷ κατορθώματι τῆς τύχης, πεντακισχίλιοι φεύγοντες ἐκ τῆς μάχης ἐνέπεσον εἰς αὐτόν, οὓς ἅπαντας διαφθείρας, ἔγραψε πρὸς τὴν σύγκλητον ὑποφθάσας ὡς Κράσσος μὲν ἐκ παρατάξεως νενίκηκε τοὺς μονομάχους, αὐτὸς δὲ τὸν πόλεμον ἐκ ῥιζῶν παντάπασιν ἀνῄρηκε. καὶ ταῦτα βουλομένοις ἦν1 διʼ εὔνοιαν ἀκροᾶσθαι καὶ λέγειν τοῖς Ῥωμαίοις. Ἰβηρίαν δὲ καὶ Σερτώριον οὐδὲ παίζων ἄν τις εἶπεν ἑτέρου καὶ μὴ Πομπηΐου τὸ πᾶν ἔργον εἶναι.

然而,命运女神总以某种方式让庞培亦能分润此项功业:五千名从战场溃逃的残兵撞上了庞培的军队,他将他们尽数歼灭,并抢先致信元老院称,克拉苏固然在阵战中击败了角斗士们,但彻底斩草除根、终结战事的却是他自己。罗马人由于对庞培抱有好感,乐于听闻并谈论这些话。至于西班牙与塞多留之事,即便是在玩笑戏谑之中,亦无人敢言这全盘功业属于庞培以外的任何人。

§21.3

ἐν τοσαύτῃ δὲ τιμῇ καὶ προσδοκίᾳ τοῦ ἀνδρὸς ὅμως ἐνῆν καὶ ὑποψία τις καὶ δέος, ὡς οὐ προησομένου τὸ στράτευμα,2 βαδιουμένου δὲ διʼ ὅπλων καὶ μοναρχίας ἄντικρυς ἐπὶ τὴν Σύλλα πολιτείαν. ὅθεν οὐκ ἐλάττονες ἦσαν τῶν διʼ εὔνοιαν τρεχόντων καὶ φιλοφρονουμένων καθʼ ὁδὸν οἱ φόβῳ ταῦτα ποιοῦντες.

然而,在此人承受如此隆重的尊荣与期望之时,人们心头仍潜藏着某种疑惧与惊恐,唯恐他不肯解散军队,反而凭借武力与独裁直逼苏拉的政体。因此,在沿途之中,出于恐惧而奔迎逢迎者,并不亚于出于真诚好感而这般做的人。

§21.4

ἐπεὶ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν ὁ Πομπήϊος προειπὼν ἀφήσειν τὸ στράτευμα μετὰ τὸν θρίαμβον, ἓν αἰτιᾶσθαι τοῖς βασκαίνουσι περιῆν ὑπόλοιπον, ὅτι τῷ δήμῳ προσνέμει μᾶλλον ἑαυτὸν ἢ τῇ βουλῇ, καὶ τὸ τῆς δημαρχίας ἀξίωμα, Σύλλα καταβαλόντος, ἔγνωκεν ἀνιστάναι καὶ χαρίζεσθαι τοῖς πολλοῖς, ὅπερ ἦν ἀληθές.

待到庞培预先宣布将在凯旋仪式后解散军队、从而打消这一疑虑时,嫉妒他的人便只剩下一条可以指责的说辞:即他倾向平民更甚于元老院,且决心恢复被苏拉废除的保民官职权威,以此讨好大众;而事实亦确乎如此。

§21.5

οὐ γὰρ ἔστιν οὗτινος ἐμμανέστερον ὁ Ῥωμαίων ἠράσθη δῆμος καὶ μᾶλλον ἐπόθησεν ἢ τὴν ἀρχὴν αὖθις ἐπιδεῖν ἐκείνην, ὥστε καὶ Πομπήϊον εὐτύχημα ποιεῖσθαι μέγα τὸν τοῦ πολιτεύματος καιρόν, ὡς οὐκ ἂν εὑρόντα χάριν ἄλλην ᾗ τὴν εὔνοιαν ἀμείψεται τῶν πολιτῶν, εἰ ταύτην ἕτερος προέλαβε.3

因为罗马平民狂热钟爱且热切渴盼的事物,莫过于重新见到那一官职重见天日。以至于庞培本人也将推行这一政策的时机视作一大幸事,认为假若有人抢先一步,自己恐再难找到其他能报答公民们厚意的恩惠了。

语法注3 条
  1. 21.2βουλομένοις ἦν

    此为希腊语熟语结构,即分词或形容词与格(βουλομένοις)配合人称与格(τοῖς Ῥωμαίοις)及连系动词 ἦν,表示“某人乐意/乐于……”。后面的不定词 ἀκροᾶσθαι καὶ λέγειν 作句子的实际主语。

  2. 21.3ὡς οὐ προησομένου τὸ στράτευμα

    由连词 ὡς 引导的将来时分词(προησομένου)属格独立结构,用来表达当时人们的主观推测或担忧(“唯恐其不肯解散军队”),而非既成客观事实。后文的 βαδιουμένου 与之并列。

  3. 21.5ὡς οὐκ ἂν εὑρόντα χάριν ἄλλην ᾗ τὴν εὔνοιαν ἀμείψεται τῶν πολιτῶν, εἰ ταύτην ἕτερος προέλαβε

    由 ὡς 引导、带 ἄν 的宾格分词(εὑρόντα)构成的间接引语结构,代表过去非真实条件句的归结从句(相当于直陈式过去的 οὐκ ἂν εὗρεν ... εἰ προέλαβε,“若有人抢先一步,他便不可能找到……”)。宾格形式与前文不定式 ποιεῖσθαι 的宾格主语庞培在语法上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:21.1-21.5