- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:20.1-20.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培以撤军回意大利为要挟向元老院索求军费,卢库鲁斯出于对米特拉达梯战事指挥权的考虑为其筹集了资金。塞多留遇刺后,庞培设伏击溃其继任者佩尔佩纳,并为了防止内战再度爆发而处决了佩尔佩纳并烧毁了罗马权贵的私通密信。
Πομπήϊος δὲ τὰ πλεῖστα τῶν ἰδίων ἐξανηλωκὼς καὶ κατακεχρημένος εἰς τόν πόλεμον, ᾔτει χρήματα τὴν σύγκλητον, ὡς ἀφιξόμενος εἰς Ἰταλίαν μετὰ τῆς δυνάμεως εἰ μὴ πέμποιεν.1 ὑπατεύων δὲ Λεύκολλος τότε καὶ Πομπηΐῳ μὲν ὢν διάφορος, μνώμενος δʼ ἑαυτῷ τόν Μιθριδατικὸν πόλεμον, ἔσπευσεν ἀποσταλῆναι τὰ χρήματα, φοβούμενος αἰτίαν Πομπηΐῳ παρασχεῖν δεομένῳ Σερτώριον ἀφεῖναι καὶ πρὸς Μιθριδάτην τραπέσθαι, λαμπρὸν μὲν εἰς δόξαν, εὐμεταχείριστον δὲ φαινόμενον ἀνταγωνιστήν.
庞培因将大部分个人财产在战事中耗费殆尽,便向元老院索求经费,并声称元老院若不拨给,他就将率军返回意大利。当时正担任执政官的卢库鲁斯虽与庞培不和,但因正在谋求由自己执掌对米特拉达梯之战的指挥权,便极力促成资金的拨发,唯恐给正渴望舍弃塞多留而转攻米特拉达梯的庞培提供借口;因为米特拉达梯看似是一个既能带来耀眼声名、又容易对付的对手。
ἐν τούτῳ δὲ θνήσκει Σερτώριος ὑπὸ τῶν φίλων δολοφονηθείς· ὧν Περπέννας ὁ κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ τὰ αὐτὰ ποιεῖν, ἀπὸ τῶν αὐτῶν μὲν ὁρμώμενος δυνάμεων καὶ παρασκευῶν, τόν δὲ χρώμενον αὐταῖς ὁμοίως οὐκ ἔχων λογισμόν.2 εὐθὺς οὖν ὁ Πομπήϊος ἐπεξελθὼν καὶ ῥεμβόμενον ἐν τοῖς πράγμασι τόν Περπένναν καταμαθών, δέλεαρ αὐτῷ δέκα σπείρας ὑφῆκεν, εἰς τὸ πεδίον διασπαρῆναι κελεύσας.
在此期间,塞多留被部下亲信谋害身亡。这些亲信的首领佩尔佩纳企图继承塞多留的作为,虽然依凭着同样的兵力和军备,却缺乏以同等方式运用这些力量的才智。于是庞培立即出兵,察觉到佩尔佩纳在军事举措上举棋不定、陷入迷茫,便派出了十个步兵大队作为诱饵,命他们散布在平原上。
τραπομένου δὲ πρὸς ταύτας ἐκείνου καὶ διώκοντος, ἄθρους ἐπιφανεὶς καὶ συνάψας μάχην ἐκράτησε πάντων, καὶ διεφθάρησαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ· τόν δὲ Περπένναν ἀχθέντα πρὸς αὐτὸν ἀπέκτεινεν, οὐκ ἀχάριστος οὐδʼ ἀμνήμων γενόμενος τῶν περὶ Σικελίαν, ὡς ἐγκαλοῦσιν ἔνιοι, μεγάλῃ δὲ διανοίᾳ καὶ σωτηρίῳ τῶν ὅλων γνώμῃ χρησάμενος.
当佩尔佩纳掉头追击这些部队时,庞培率全军突然现身,发起交战并将敌军尽数击败,敌方大部分将领皆战死于沙场。被押送至庞培面前的佩尔佩纳则被其处决;这并非如某些人所指责的那样,是由于对西西里岛往事的忘恩负义或背弃情义,而是出于高瞻远瞩的深谋以及保全大局的决断。
ὁ γὰρ Περπέννας τῶν Σερτωρίου γραμμάτων γεγονὼς κύριος ἐδείκνυεν ἐπιστολὰς τῶν ἐν Ῥώμῃ δυνατωτάτων ἀνδρῶν, οἳ τὰ παρόντα κινῆσαι βουλόμενοι πράγματα καὶ μεταστῆσαι τὴν πολιτείαν ἐκάλουν τόν Σερτώριον εἰς τὴν Ἰταλίαν. φοβηθεὶς οὖν ὁ Πομπήϊος ταῦτα, μὴ μείζονας ἀναστήσῃ τῶν πεπαυμένων πολέμων,3 τόν τε Περπένναν ἀνεῖλε καὶ τὰς ἐπιστολὰς οὐδʼ ἀναγνοὺς κατέκαυσεν.
原来,佩尔佩纳掌握了塞多留的往来信函,并出示了罗马几位最有权势之人的书信,那些人企图扰乱现状、变革政体,曾邀请塞多留前往意大利。庞培因担心这些信件会引发比刚刚平息的战事更为巨大的内战,便将佩尔佩纳处死,并在未曾阅读的情况下将所有信件悉数烧毁。
- 20.1ὡς ἀφιξόμενος εἰς Ἰταλίαν μετὰ τῆς δυνάμεως εἰ μὴ πέμποιεν
连词 ὡς 与将来时分词 ἀφιξόμενος 连用,构成表意图或声称的间接引语结构。条件从句 εἰ μὴ πέμποιεν 因主句历史时态动词 ᾔτει 而采用祈愿语气(替代直接引语中的 ἐὰν μὴ πέμπητε),表达庞培向元老院发出的“若不送款便引军回国”之威胁。
- 20.2τόν δὲ χρώμενον αὐταῖς ὁμοίως οὐκ ἔχων λογισμόν
此处出现语序倒置(hyperbaton),定冠词 τόν 及其分词修饰语 χρώμενον αὐταῖς ὁμοίως 修饰置于句末的名词 λογισμόν,字面意为“缺乏以同样方式运用它们(兵力与军备)的智谋”,与前句中的 ἀπὸ τῶν αὐτῶν μὲν ὁρμώμενος δυνάμεων καὶ παρασκευῶν 构成 μέν...δέ 的对比。
- 20.4φοβηθεὶς οὖν ὁ Πομπήϊος ταῦτα, μὴ μείζονας ἀναστήσῃ τῶν πεπαυμένων πολέμων
指示代词 ταῦτα 用作动词 φοβηθείς 的宾语(预先引出担忧的对象),引出其后由 μή 引导的惧怕从句(μὴ μείζονας ἀναστήσῃ...)。从句动词 ἀναστήσῃ 的主语承前指代 ταῦτα(这些信件),意为“庞培因害怕这些信件会引发比已停息的战事更大的内乱”。
