← 普鲁塔克

庞培传

§19.1-19.6

苏克罗河之战与塞多留的阻击

庞培不愿与梅特卢斯分享功绩,在苏克罗河与塞多留交锋,两军互有胜负,庞培负伤且弃马方得脱险。梅特卢斯赶来与其汇合后,塞多留仍凭借分散集结的机动战与物资围困,将两人双双逐出其辖境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ἐπαρθεὶς δὲ τῇ πράξει καὶ μέγα φρονῶν ἐπʼ αὐτὸν ἔσπευδε Σερτώριον, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος. περὶ δὲ Σούκρωνι ποταμῷ τῆς ἡμέρας ἤδη τελευτώσης συνέβαλον τὰς δυνάμεις, δεδιότες ἐπελθεῖν τὸν Μέτελλον, ὁ μὲν ὡς μόνος, ὁ δὲ ὡς μόνῳ διαγωνίσαιτο.1

庞培因这场战绩而意气风发、心怀大志,急忙赶去迎战塞多留本人,以免梅特卢斯分润胜利。在苏克罗河畔,天色已近薄暮,双方军队交战。两人都唯恐梅特卢斯赶来:一人意欲独自作战,另一人则意欲仅与对手一人交战。

§19.2

τὸ μὲν οὖν τέλος ἀμφίδοξον ἔσχεν ὁ ἀγών· ἑκατέρου γὰρ θάτερον κέρας ἐνίκησε· τῶν δὲ στρατηγῶν πλέον ἠνέγκατο Σερτώριος· ἐτρέψατο γὰρ τὸ καθʼ αὑτὸν ἐκεῖνος ἀντιταχθείς. Πομπηΐῳ δὲ ἀνὴρ μέγας ἱππότῃ πεζὸς ἐφώρμησε· συμπεσόντων δʼ εἰς τὸ αὐτὸ καὶ γενομένων ἐν λαβαῖς ἀπέσκηψαν αἱ πληγαὶ τῶν ξιφῶν εἰς τὰς χεῖρας ἀμφοῖν, οὐχ ὁμοίως· ἐτρώθη μὲν γὰρ ὁ Πομπήϊος μόνον, ἐκείνου δὲ ἀπέκοψε τὴν χεῖρα.

这场战斗的结果胜负未决,因为双方各有一翼取得胜利;但在统帅之间,塞多留占了上风,因为他亲自击溃了与自己对阵的敌军。庞培正在马上,一名身材魁梧的步兵向他扑来;二人纠缠扭打在一处,双方的剑击落在了两人的手上,伤势却截然不同:庞培仅仅负伤,却斩断了那名步兵的手。

§19.3

πλειόνων δὲ συνδραμόντων ἐπʼ αὐτόν, ἤδη τῆς τροπῆς γεγενημένης, ἀνελπίστως διέφυγε, προέμενος τὸν ἵππον τοῖς πολεμίοις φάλαρα χρυσᾶ καὶ κόσμον ἄξιον πολλοῦ περικείμενον. ταῦτα γὰρ διανεμόμενοι καὶ περὶ τούτων μαχόμενοι πρὸς ἀλλήλους ἀπελείφθησαν.

由于溃败已经发生,更多敌人朝他冲来,庞培却出人意料地逃脱了,他将佩戴着金质饰具与昂贵饰品的坐骑留给了敌人;因为敌人为了分赃并相互争夺这些物品,便放弃了追击而被抛在后头。

§19.4

ἅμα δὲ ἡμέρᾳ παρετάξαντο μὲν ἀμφότεροι πάλιν ἐκβεβαιούμενοι τὸ νίκημα, Μετέλλου δὲ προσιόντος ἀνεχώρησεν ὁ Σερτώριος σκεδασθέντι τῷ στρατῷ. τοιαῦται γὰρ ἦσαν αἱ διαλύσεις καὶ πάλιν συνδρομαὶ τῶν ἀνθρώπων ὥστε πολλάκις μόνον πλανᾶσθαι τὸν Σερτώριον, πολλάκις δὲ αὖθις ἐπιέναι μυριάσι πεντεκαίδεκα στρατιᾶς, ὥσπερ χειμάρρουν ἐξαίφνης πιμπλάμενον.

破晓时分,双方再次列阵,企图巩固胜局;但随着梅特卢斯逼近,塞多留便遣散军队撤退了。因为他的部众解散与再度集结是如此神速,以至于塞多留常常只身一人漫游,旋即又常常率领十五万大军再次杀来,宛如骤然暴涨的山洪一般。

§19.5

ὁ δʼ οὖν Πομπήϊος, ἐπεὶ μετὰ τὴν μάχην ἀπήντα τῷ Μετέλλῳ καὶ πλησίον ἀλλήλων ἦσαν, ἐκέλευσεν ὑφεῖναι τὰς ῥάβδους, θεραπεύων ὡς προὔχοντα τιμῇ τὸν Μέτελλον. ὁ δὲ καὶ τοῦτο διεκώλυσε καὶ τἆλλα χρηστὸς ἦν ἀνὴρ περὶ αὐτόν, οὐδὲν ὡς ὑπατικῷ καὶ πρεσβυτέρῳ νέμων ἑαυτῷ πλέον, ἀλλʼ ἢ τὸ σύνθημα κοινῇ στρατοπεδευόντων εἰς ἅπαντας ἐξεπέμπετο παρὰ Μετέλλου·2 τὰ πολλὰ δὲ χωρὶς ἐστρατοπεδεύοντο.

话说庞培在战后与梅特卢斯相会,两人临近之时,庞培下令放低束棒,尊奉梅特卢斯为地位更高之人。梅特卢斯却制止了这一举动,在其他诸事上也对他厚道相待,并未依仗自己担任过执政官且年岁更长而自居尊崇,只是当两军共同扎营时,口令须由梅特卢斯统一下达;不过他们大多数时候都是分头扎营。

§19.6

διέκοπτε γὰρ αὐτοὺς καὶ διΐστη ποικίλος ὢν ὁ πολέμιος καὶ δεινὸς ἐν βραχεῖ πολλαχοῦ περιφανῆναι καὶ μεταγαγεῖν ἀπʼ ἄλλων εἰς ἄλλους ἀγῶνας, τέλος δὲ περικόπτων μὲν ἀγοράς, ληϊζόμενος δὲ τὴν χώραν, ἐπικρατῶν δὲ τῆς θαλάσσης, ἐξέβαλεν ἀμφοτέρους τῆς ὑφʼ ἑαυτὸν Ἰβηρίας, ἀναγκασθέντας εἰς ἀλλοτρίας καταφυγεῖν ἐπαρχίας ἀπορίᾳ τῶν ἐπιτηδείων.

因为敌手战术多变,长于在极短时间内现身多处并使交战不断转换,不仅将他们隔断分开,最终更通过切断给养、掠夺乡野并控制海路,将他们两人双双逐出了塞多留控制下的伊比利亚,迫使他们因物资匮乏而逃往其他行省避难。

语法注2 条
  1. 19.1ὁ μὲν ὡς μόνος, ὁ δὲ ὡς μόνῳ διαγωνίσαιτο

    此句为分词 δεδιότες 的分指同位语(ὁ μέν 与 ὁ δέ),由 ὡς 引导的祈愿语气动词 διαγωνίσαιτο 同时作用于两者。在 ὁ μέν(庞培)后接主格表语 μόνος(意为“自己独力交战/无梅特卢斯插手”),而在 ὁ δέ(塞多留)后接与格补语 μόνῳ(意为“仅与[庞培]一人对阵”),精炼地对比了两位统帅各自的心思。

  2. 19.5ἀλλʼ ἢ τὸ σύνθημα κοινῇ στρατοπεδευόντων εἰς ἅπαντας ἐξεπέμπετο παρὰ Μετέλλου

    惯用短语 ἀλλʼ ἤ(意为“除……之外”),与前文的否定词 οὐδέν 相应。它作为连词性质的短语,引入了梅特卢斯“不以执政官和长者自居独占任何特权(οὐδὲν... νέμων ἑαυτῷ πλέον)”的唯一例外情况,引出后文叙述两人共同扎营时口令由梅特卢斯下达的分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:19.1-19.6