← 普鲁塔克

庞培传

§1.1-1.3

民众对其父斯特拉波的憎恨与对庞培的爱戴

作者将罗马民众对其父斯特拉波的极度仇恨与对庞培本人的深厚爱戴进行对比,并列举了庞培深受爱戴的诸多优良品质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

πρὸς Πομπήϊον ἔοικε τοῦτο παθεῖν ὁ Ῥωμαίων δῆμος εὐθὺς ἐξ ἀρχῆς, ὅπερ ὁ Αἰσχύλου Προμηθεὺς πρὸς τὸν Ἡρακλέα σωθεὶς ὑπʼ αὐτοῦ καὶ λέγων "ἐχθροῦ πατρός μοι τοῦτο φίλτατον τέκνον". οὔτε γὰρ μῖσος οὕτως ἰσχυρὸν καὶ ἄγριον ἐπεδείξαντο Ῥωμαῖοι πρὸς ἕτερον στρατηγὸν ὡς τὸν Πομπηΐου πατέρα Στράβωνα,1 ζῶντος μὲν αὐτοῦ φοβούμενοι τὴν ἐν τοῖς ὅπλοις δύναμιν (ἦν γὰρ ἀνὴρ πολεμικώτατος), ἐπεὶ δὲ ἀπέθανε κεραυνωθείς, ἐκκομιζόμενον τὸ σῶμα κατασπάσαντες ἀπὸ τοῦ λέχους καὶ καθυβρίσαντες, οὔτε μὴν εὔνοιαν αὖ πάλιν σφοδροτέραν ἢ θᾶσσον ἀρξαμένην ἢ μᾶλλον εὐτυχοῦντι συνακμάσασαν ἢ πταίσαντι παραμείνασαν βεβαιότερον ἄλλος ἔσχε Ῥωμαίων ἢ Πομπήϊος.

罗马人民从一开始对庞培所抱的情感,似乎正如埃斯库罗斯笔下的普罗米修斯被赫拉克勒斯解救时对他所说的那样: “仇人之子,于我却最是亲爱之儿。” 因为罗马人从未对任何其他将领表现出像对庞培之父斯特拉波那样强烈而凶暴的仇恨;此人生前,人们畏惧其武装力量(他确实是一位极其骁勇善战之人),而当他遭雷殛身亡后,人们竟将正在出殡的尸体从灵床上拉下来肆意凌辱;然而反过来,也没有其他罗马人能比庞培获得更热烈、发起更迅速、在他得势时共同达到更盛、在他受挫时依然更为坚固不移的爱戴。

§1.3

αἰτία δὲ τοῦ μὲν μίσους ἐκείνῳ μία, χρημάτων ἄπληστος ἐπιθυμία, τούτῳ δὲ πολλαὶ τοῦ ἀγαπᾶσθαι, σωφροσύνη περὶ δίαιταν, ἄσκησις ἐν ὅπλοις, πιθανότης λόγου, πίστις ἤθους, εὐαρμοστία πρὸς ἔντευξιν, ὡς μηδενὸς ἀλυπότερον δεηθῆναι μηδὲ ἥδιον ὑπουργῆσαι δεομένῳ.2 προσῆν γὰρ αὐτοῦ ταῖς χάρισι καὶ τὸ ἀνεπαχθὲς διδόντος καὶ τὸ σεμνὸν λαμβάνοντος.3

前者的招致怨恨仅有一因,即对金钱贪得无厌的渴求;而后者受人爱戴的原因却有许多:生活起居的节制、军事武备的磨砺、言辞的信服力、品格的可靠、待人接物的和顺得体,以至于〔人们〕向谁提出请求都不曾〔比向他〕更少难堪,为哪位请求者效劳也不曾〔比为他〕更为欣然。因为在他的恩惠中,既具有给予时毫不使人难堪的谦和,又具有接受时庄重端严的气度。

语法注3 条
  1. 1.1ὡς τὸν Πομπηΐου πατέρα Στράβωνα

    与前文的 οὕτως ἰσχυρὸν καὶ ἄγριον ... πρὸς ἕτερον στρατηγόν 形成呼应的比较结构。在 ὡς 之后本应接由介词 πρὸς 引导的短语,此处介词被省略,直接使用宾格短语 τὸν ... πατέρα Στράβωνα 作为比较对象。

  2. 1.3ὡς μηδενὸς ἀλυπότερον δεηθῆναι μηδὲ ἥδιον ὑπουργῆσαι δεομένῳ

    由 ὡς 加不定式(δεηθῆναι 与 ὑπουργῆσαι)构成的结果从句。不定式的逻辑主语是庞培本人。μηδενός 是比较属格,修饰副词比较级 ἀλυπότερον 和 ἥδιον(意为“比任何人都更少招人嫌怨”、“比任何人都更欣然”)。此处对比了他向别人提出请求与别人向他请求(δεομένῳ)时他的得体表现。

  3. 1.3καὶ τὸ ἀνεπαχθὲς διδόντος καὶ τὸ σεμνὸν λαμβάνοντος

    分词 διδόντος 和 λαμβάνοντος 与属格代词 αὐτοῦ 一致。冠词加中性形容词构成的名词化短语(τὸ ἀνεπαχθές“不招人反感/谦逊”、τὸ σεμνόν“庄重/威严”)作动词 προσῆν 的主语,整体意为“在他给予时的不令人难堪与接受时的庄重威严均伴随于他的施恩之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:1.1-1.3