← 普鲁塔克

庞培传

§18.1-18.3

抵达西班牙与塞多留之间的交战

庞培抵达西班牙后,塞多留虽在言辞上轻视他,行动上却愈加谨慎;而与梅特卢斯的奢靡堕落相对,庞培因克己节制赢得了声望。塞多留在劳隆城用计令庞培受挫,但庞培随后在巴伦西亚附近击败了塞多留麾下的将领。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

ἐπεὶ δὲ τῆς Ἰβηρίας ἁψάμενος ὁ Πομπήϊος, οἷα φιλεῖ πρὸς νέου δόξαν ἡγεμόνος, ἑτέρους ταῖς ἐλπίσιν ἐποίησε τοὺς ἀνθρώπους καί τὰ μὴ πάνυ βεβαίως τῷ Σερτωρίῳ συνεστῶτα τῶν ἐθνῶν ἐκινεῖτο καί μετεβάλλετο, λόγους ὑπερηφάνους ὁ Σερτώριος κατὰ τοῦ Πομπηΐου διέσπειρε, καί σκώπτων ἔλεγε νάρθηκος ἂν αὐτῷ δεῆσαι καί σκύτους ἐπὶ τὸν παῖδα τοῦτον, εἰ μὴ τὴν γραῦν ἐκείνην ἐφοβεῖτο,1 λέγων τὸν Μέτελλον.

庞培一抵达伊比利亚,正如人们对年轻统帅的声誉常常抱有的反应那样,他改变了众人的期望,而那些并非十分坚定地追随塞多留的各部族便开始动摇倒戈。于是塞多留散布贬抑庞培的傲慢言辞,嘲弄地说,若非惧怕那个老妇人——指的是梅特卢斯——他只需要用荆条和皮鞭来对付这个毛头小子即可。

§18.2

ἔργῳ μέντοι φυλαττόμενος σφόδρα καί δεδοικὼς τὸν Πομπήϊον ἀσφαλέστερον ἐστρατήγει. καί γὰρ ὁ Μέτελλος, ὅπερ οὐκ ἄν τις ᾠήθη, διετέθρυπτο τῷ βίῳ κομιδῆ πρὸς τὰς ἡδονὰς ἐνδεδωκώς, καί μεγάλη τις εἰς ὄγκον καί πολυτέλειαν ἐξαίφνης ἐγεγόνει μεταβολὴ περὶ αὐτόν, ὥστε τῷ Πομπηΐῳ καί τοῦτο θαυμαστὴν εὔνοιαν ἅμα δόξῃ φέρειν, ἐπιτείνοντι τὴν εὐτέλειαν τῆς διαίτης οὐ πολλῆς ἐπιτηδεύσεως δεομένην φύσει γὰρ ἦν σώφρων καί τεταγμένος ἐν ταῖς ἐπιθυμίαις.

然而在实际行动中,塞多留却对庞培深加戒备与忌惮,用兵更加谨慎。因为梅特卢斯的生活已然颓废,完全沉溺于享乐之中,这是任何人都不曾料到的;他身边突然发生了巨大转变,变得傲慢虚饰且挥霍无度。因此,这也给庞培带来了令人惊叹的好感与声誉,因为他更加厉行朴素的生活,而这对他而言并不需要费力做作,毕竟他生性节制,在欲望上井然有序。

§18.3

τοῦ δὲ πολέμου πολλὰς ἰδέας ἔχοντος, ἠνίασε μάλιστα τὸν Πομπήϊον ἡ Λαύρωνος ἅλωσις ὑπὸ Σερτωρίου. κυκλοῦσθαι γὰρ αὐτὸν οἰηθεὶς2 καί τι μεγαληγορήσας, αὐτὸς ἐξαίφνης ἀνεφάνη περιεχόμενος κύκλῳ· καί διὰ τοῦτο κινεῖσθαι δεδιὼς ἐπεῖδε καταπιμπραμένην τὴν πόλιν αὐτοῦ παρόντος. Ἑρέννιον δὲ καί Περπένναν, ἄνδρας ἡγεμονικοὺς τῶν πρὸς Σερτώριον καταπεφευγότων καὶ στρατηγούντων ἐκείνῳ, νικήσας περὶ Οὐαλεντίαν ὑπὲρ μυρίους ἀπέκτεινεν.

战事经历了多番波折,其中塞多留攻陷劳隆城最令庞培感到痛心。因为庞培本以为自己已经包围了对方,还说了些夸大的狂言,却不料突然发现自己反倒陷入了重围;由于害怕妄动,他只得眼睁睁看着那座城邑在自己面前被焚毁殆尽。然而,他在巴伦西亚附近击败了赫伦尼乌斯和佩尔彭纳——这两位是投奔塞多留并为其统率军队的显贵将领——斩杀了一万余人。

语法注2 条
  1. 18.1νάρθηκος ἂν αὐτῷ δεῆσαι καί σκύτους ἐπὶ τὸν παῖδα τοῦτον, εἰ μὴ τὴν γραῦν ἐκείνην ἐφοβεῖτο

    间接引语中的非真实条件句。还原为直接引语应为 νάρθηκος ἂν ἔδει μοι ... εἰ μὴ ἐφοβούμην。其主句本为直陈式过去时加 ἄν,在 ἔλεγε 的统辖下转为不定式 δεῆσαι + ἄν;而条件从句则在间接引语中保持了直陈式未完成过去时(ἐφοβεῖτο)。

  2. 18.3κυκλοῦσθαι γὰρ αὐτὸν οἰηθεὶς

    不定式 κυκλοῦσθαι 既可理解为中间态带宾格宾语 αὐτόν(“以为自己正在包围塞多留”),亦可理解为被动态而以 αὐτόν 为不定式的主格主语(“以为塞多留已被包围”)。无论哪种解法,都与后半句的 αὐτὸς ἐξαίφνης ἀνεφάνη περιεχόμενος κύκλῳ(“却发现自己突然反陷入重围”)形成直接反差。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:18.1-18.3