- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:17.1-17.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为增援在伊比利亚苦于应对塞多留游击战术的梅特卢斯,庞培拒不解散军队并设法获得了指挥权,引得腓力在元老院中讽刺此举是去替代那两位无能的现任执政官。
Λεπίδῳ δὲ οὐδὲν ὅμοιος στρατηγὸς Ἰβηρίαν κατέχων Σερτώριος ἐπῃωρεῖτο Ῥωμαίοις φοβερός, ὥσπερ ἐπʼ ἔσχατον νόσημα τῶν ἐμφυλίων πολέμων εἰς τοῦτον τὸν ἄνδρα συνερρυηκότων, πολλοὺς μὲν ἤδη τῶν ἐλαττόνων στρατηγῶν ἀνῃρηκότα, Μετέλλῳ δὲ Πίῳ τότε συμπεπλεγμένον,1 ἀνδρὶ λαμπρῷ μὲν καί πολεμικῷ, δοκοῦντι δὲ ἀργότερον ὑπὸ γήρως ἕπεσθαι τοῖς καιροῖς τοῦ πολέμου, καί ἀπολείπεσθαι τῶν πραγμάτων ἁρπαζομένων ὀξύτητι καί τάχει, τοῦ Σερτωρίου παραβόλως καί λῃστρικώτερον αὐτῷ προσφερομένου, καί ταράττοντος ἐνέδραις καί περιδρομαῖς ἄνδρα νομίμων ἀθλητὴν ἀγώνων καί δυνάμεως στασίμου καί βαρείας ἡγεμόνα.
然而,与雷必达截然不同的是,控制着伊比利亚的统帅塞多留作为可怕的威胁正笼罩着罗马人,仿佛诸场内战犹如最终的病症全都汇聚在此人身上一样;他当时已消灭了多名低级将领,正与梅特卢斯·皮乌斯相持缠斗。梅特卢斯固然是一位卓越而尚武的人物,却因年迈而在捕捉战机上显得较为迟缓,每当局势被敏锐而迅猛的行动捷足先登时,他便落于下风;这是因为塞多留以冒险且近乎盗匪的方式与他交战,用伏击和侧翼奔袭来扰乱这位长于正规会战、统率稳固而厚重之军的将领。
πρὸς ταῦτα Πομπήϊος ἔχων τὴν στρατιὰν ὑφʼ ἑαυτῷ διεπράττετο Μετέλλῳ πεμφθῆναι βοηθός· καί Κάτλου κελεύοντος οὐ διέλυεν, ἀλλʼ ἐν τοῖς ὅπλοις ἦν περὶ τὴν πόλιν, ἀεί τινας ποιούμενος προφάσεις, ἕως ἔδωκαν αὐτῷ τὴν ἀρχὴν Λευκίου Φιλίππου γνώμην εἰπόντος.
面对这种情况,庞培将军队保留在自己麾下,极力谋求被派去作为梅特卢斯的援军;尽管卡图卢斯下令解散,他却不肯解散军队,反而在城邑周围保持武装戒备,不断找寻各种借口,直到卢基乌斯·腓力提出动议,他们才将指挥权授予了他。
ὅτε καί φασιν ἐν συγκλήτῳ πυθομένου τινὸς καί θαυμάζοντος εἰ Πομπήϊον ἀνθύπατον οἴεται δεῖν ἐκπεμφθῆναι Φίλιππος· οὐκ ἔγωγε, φάναι τὸν Φίλιππον, ἀλλʼ ἀνθʼ ὑπάτων,2 ὡς ἀμφοτέρους τοὺς τότε ὑπατεύοντας οὐδενὸς ἀξίους ὄντας.
据说当时在元老院中,有人惊异地询问腓力是否认为庞培应当作为前执政官被派出去,“我可不是这意思,”腓力回答说,“而是作为执政官们的替代者,”意指当时在任的两位执政官全都是碌碌无能之辈。
- 17.1πολλοὺς μὲν ἤδη τῶν ἐλαττόνων στρατηγῶν ἀνῃρηκότα, Μετέλλῳ δὲ Πίῳ τότε συμπεπλεγμένον
破格结构(句式断裂):句首的主语塞多留(Σερτώριος)原本为主格,但此处的分词(ἀνῃρηκότα、συμπεπλεγμένον)受紧接其前的 ὥσπερ 从句中宾格短语 εἰς τοῦτον τὸν ἄνδρα 的同化与牵引而变为宾格。逻辑上它们仍修饰并陈述塞多留的行为与状态。
- 17.4ἀνθύπατον ... ἀλλʼ ἀνθʼ ὑπάτων
词源分解的双关修辞:借由将“前执政官”(ἀνθύπατος,由 ἀντί 与 ὕπατος 复合而成)拆解为介词短语 ἀνθʼ ὑπάτων(“代替执政官们”),回应元老院议员的质问,以此辛辣嘲弄当时在任的两位执政官无能至极。
