- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:16.1-16.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉死后雷必达起兵叛乱并威胁罗马,庞培倒向贵族派并受命领兵平叛;在击降驻守高卢的布鲁图斯后庞培将其处死而招致谴责,雷必达则逃往撒丁岛忧愤而亡。
ἐπεὶ δὲ ταχὺ τοῦ Σύλλα τελευτήσαντος εἰς φῶς παρῄει τὰ μαντεύματα, καὶ Λέπιδος εἰσποιῶν ἑαυτὸν εἰς τὴν ἐκείνου δύναμιν οὐ κύκλῳ περιϊὼν οὐδὲ μετὰ σχήματος, ἀλλὰ εὐθὺς ἐν τοῖς ὅπλοις ἦν, τὰ πάλαι νοσοῦντα καὶ διαφυγόντα τὸν Σύλλαν ὑπολείμματα τῶν στάσεων αὖθις ἀνακινῶν καὶ περιβαλλόμενος, ὁ δὲ συνάρχων αὐτοῦ Κάτλος, ᾧ τὸ καθαρὸν καὶ ὑγιαῖνον μάλιστα τῆς βουλῆς καὶ τοῦ δήμου προσεῖχεν, ἦν μὲν ἐν ἀξιώματι σωφροσύνης καὶ δικαιοσύνης μέγιστος τῶν τότε Ῥωμαίων, ἐδόκει δὲ πολιτικῆς ἡγεμονίας μᾶλλον ἢ στρατιωτικῆς οἰκεῖος εἶναι, τῶν πραγμάτων αὐτῶν ποθούντων τὸν Πομπήϊον οὐ διεμέλλησεν ὅπη τράπηται,1 προσθεὶς δὲ τοῖς ἀρίστοις ἑαυτὸν ἀπεδείχθη στρατεύματος ἡγεμὼν ἐπὶ τὸν Λέπιδον ἤδη πολλὰ τῆς Ἰταλίας κεκινηκότα καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν κατέχοντα διὰ Βρούτου στρατεύματι.
苏拉死后不久其预言便应验了,雷必达企图攫取他的权势,既不迂回行事也不加掩饰,而是立刻诉诸武力,再次煽动并纠集起长期积弊且逃脱了苏拉镇压的党争残余势力;而他的同僚执政官卡图卢斯——元老院与民众中最纯洁、最健全的群体主要依附于他——在节制与正义的声望上固然是当时罗马人中最卓越者,却被认为更长于政务领导而非军事指挥;在局势本身亟需庞培之际,他毫不犹豫地决断了去向,投身于至善者之列,被任命为军队统帅,前去讨伐已经震动意大利多地、并正通过布鲁图斯率军控制阿尔卑斯山内高卢的雷必达。
τῶν μὲν οὖν ἄλλων ἐκράτησε ῥᾳδίως ἐπελθὼν ὁ Πομπήϊος· ἐν δὲ Μουτίνῃ τῆς Γαλατίας ἀντεκάθητο τῷ Βρούτῳ συχνὸν χρόνον ἐν ᾧ Λέπιδος ἐπὶ τὴν Ῥώμην ῥυεὶς καὶ προσκαθήμενος ἔξωθεν ὑπατείαν ᾔτει δευτέραν, ὄχλῳ πολλῷ δεδιττόμενος τοὺς ἔνδον.
于是庞培进军轻易平定了其他地方;但在高卢的穆蒂纳,他与布鲁图斯相持对峙了许久。在此期间,雷必达奔袭罗马并在城外驻扎,以大批乌合之众恐吓城内居民,索求第二次出任执政官。
ἔλυσε δὲ τὸν φόβον ἐπιστολὴ παρὰ Πομπηΐου κομισθεῖσα κατωρθωκότος ἄνευ μάχης τὸν πόλεμον. ὁ γὰρ Βροῦτος, εἴτε παραδοὺς τὴν δύναμιν αὐτός, εἴτε προδοθεὶς μεταβαλομένης ἐκείνης, ἐνεχείρισε τῷ Πομπηΐῳ τὸ σῶμα, καὶ λαβὼν ἱππεῖς προπομποὺς ἀπεχώρησεν εἰς πολίχνιόν τι τῶν περὶ τὸν Πάδον, ὅπου μεθʼ ἡμέραν μίαν, ἐπιπέμψαντος αὐτῷ τοῦ Πομπηΐου Γεμίνιον, ἀνῃρέθη·
然而从未经交战便成功结束战争的庞培那里送来的一封书信,消除了这场恐慌。因为布鲁图斯不论是自己交出军权,还是由于军队倒戈而遭到背叛,都将自己的人身交给了庞培;他得到骑兵护送而撤往波河附近的一座小城镇,一日之后,因庞培派遣杰米尼乌斯前去,便在那里被处决。
καὶ πολλὴν ἔσχεν ἀπὸ τούτου Πομπήϊος αἰτίαν. γεγραφὼς γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς μεταβολῆς πρὸς τὴν σύγκλητον ὡς ἑκὼν αὐτῷ πρόσθοιτο Βροῦτος, ἑτέρας αὖθις ἔπεμψεν ἐπιστολὰς ἀνῃρημένου τοῦ ἀνθρώπου κατηγορούσας.2 τούτου Βροῦτος ἦν υἱὸς ὁ Καίσαρα σὺν Κασσίῳ κτείνας, ἀνὴρ ὁμοίως τῷ πατρὶ μήτε πολεμήσας μήτε ἀποθανών,3 ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται.
庞培因此事背负了极大的指责。因为他在局势转变之初刚向元老院发信声称布鲁图斯是自愿投靠他的,但在这人被杀之后,却又寄去另一批书信指控其罪名。与卡西乌斯一同刺杀恺撒的布鲁图斯正是此人之子,而正如关于他的传记中所写的那样,此人的作战与死节绝非如其父一般。
Λέπιδος μὲν οὖν εὐθὺς ἐκπεσὼν τῆς Ἰταλίας ἀπεπέρασεν εἰς Σαρδόνα· κἀκεῖ νοσήσας ἐτελεύτησε διʼ ἀθυμίαν, οὐ τῶν πραγμάτων, ὥς φασιν, ἀλλὰ γραμματίῳ περιπεσὼν ἐξ οὗ μοιχείαν τινὰ τῆς γυναικὸς ἐφώρασε.
雷必达随即便被逐出意大利,渡海前往撒丁岛;他在那里染疾,因郁郁寡欢而死,正如人们所说,这不是因为政局所致,而是因为他偶然发现了一份信函,从中察觉了妻子的私通之举。
- 16.2τῶν πραγμάτων αὐτῶν ποθούντων τὸν Πομπήϊον οὐ διεμέλλησεν ὅπη τράπηται
句首由 ἐπεὶ δὲ ... 引出的长从句群交代了雷必达的异动与卡图卢斯的局限,主句随后突兀地由 οὐ διεμέλλησεν 引入,其省略的主语正是由前置的属格独立结构 τῶν πραγμάτων αὐτῶν ποθούντων τὸν Πομπήϊον 所引出的庞培。从属疑问从句 ὅπη τράπηται 在过去时主动词后仍保留了深思/商讨性虚拟式(deliberative subjunctive)。
- 16.5ἀνῃρημένου τοῦ ἀνθρώπου κατηγορούσας
κατηγορούσας 为修饰 ἐπιστολάς(书信)的分词。由于动词 κατηγορέω 习惯支配被指控人的属格,ἀνῃρημένου τοῦ ἀνθρώπου 可直接作其属格宾语(“指控那个已被处死的人”)。另一种可能将其视为时间性的属格独立结构(“在那人被处决之后”),指控的对象由上下文补出;但前一种读法语法结合更为紧密,且直接凸显了庞培遭受指责(αἰτίαν)的核心原因——对已死之人罗织罪名。
- 16.5μήτε πολεμήσας μήτε ἀποθανών
此处分词未用表示客观事实否定的 οὔτε... οὔτε,而使用 μήτε... μήτε,是因为该分词短语用作先行名词 ἀνήρ 的同位定语,表达一种评价性或本质特征的描述,而非单纯陈述客观历史事实。
