- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:15.1-15.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉警告帮助雷必达当选执政官的庞培只是为自己树立了强敌,并在遗嘱中将其完全忽略;然而庞培不计前嫌,排斥异议确保了苏拉国葬的体面与安全。
Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον δόξης πρόεισι καί δυνάμεως, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε· πλήν, ὅτε βίᾳ καί ἄκοντος αὐτοῦ Λέπιδον εἰς ὑπατείαν κατέστησε, συναρχαιρεσιάσας καί τὸν δῆμον εὐνοίᾳ τῇ πρὸς ἑαυτὸν ἐκείνῳ σπουδάζοντα παρασχών, θεασάμενος αὐτὸν ἀπιόντα μετὰ πλήθους διʼ ἀγορᾶς ὁ Σύλλας, ὁρῶ σε, εἶπεν, ὦ νεανία, χαίροντα τῇ νίκῃ·
苏拉见庞培的声望与权势如日中天,心中颇为苦恼,但又耻于加以阻拦,因而保持沉默。然而,当庞培违背苏拉的意愿强行推举雷必达登上执政官之位时——庞培亲自参与助选,并凭借民众对自己的好感促使众人竭力支持雷必达——苏拉看见庞培带着随行群众穿过广场离去,便说道: “年轻人, 我看到你正为胜利而欢欣。
πῶς γὰρ οὐχὶ γενναῖα ταῦτα καί καλά, Κάτλου τοῦ πάντων ἀρίστου Λέπιδον τὸν πάντων κάκιστον ἀποδειχθῆναι πρότερον ὕπατον,1 σοῦ τὸν δῆμον οὕτω παρασκευάσαντος; ὥρα μέντοι σοι μὴ καθεύδειν, ἀλλὰ προσέχειν τοῖς πράγμασιν· ἰσχυρότερον γὰρ τὸν ἀνταγωνιστὴν σεαυτῷ κατεσκεύακας. ἐδήλωσε δὲ μάλιστα Σύλλας ὅτι πρὸς Πομπήϊον οὐκ εὐμενῶς εἶχε ταῖς διαθήκαις ἃς ἔγραψεν.
这难道不确实是既高贵又美好的事吗:因你如此调度民众,使得万民中最恶劣的雷必达竟然赶在万民中最优秀的卡图卢斯之前当选为执政官?然而现在该是你不可高枕无忧、而当留心政事的时候了;因为你已为自己树立了一个更为强劲的对手。” 苏拉在他所立的遗嘱中,最为明白地表露出他对庞培并无好意。
ἑτέροις γὰρ φίλοις δωρεὰς ἀπολιπών, καί τοῦ παιδὸς ἀποδείξας ἐπιτρόπους, τὸν Πομπήϊον ὅλως παρῆλθεν. ἤνεγκε μέντοι τοῦτο μετρίως πάνυ καί πολιτικῶς ἐκεῖνος, ὥστε Λεπίδου καί τινων ἄλλων ἐνισταμένων μὴ ταφῆναι τὸν νεκρὸν ἐν τῷ πεδίῳ, μηδὲ δημοσίᾳ τὴν ἐκφορὰν γενέσθαι,2 βοηθῆσαι καί παρασχεῖν δόξαν ἅμα ταῖς ταφαῖς καί ἀσφάλειαν.
因为他把赠礼留给了其他朋友,并为自己的儿子指定了监护人,却把庞培完全排除在外。然而庞培对此却表现得极为克制且顾全大局,以致当雷必达和某些其他人出面阻挠、不许将遗体安葬在战神广场、亦不许举行国葬时,庞培出面相助,为这场葬礼赢得了荣耀与安全。
- 15.2Κάτλου τὸν πάντων ἀρίστου Λέπιδον τὸν πάντων κάκιστον ἀποδειχθῆναι πρότερον ὕπατον
比较级副词 πρότερον 支配比较属格 Κάτλου(“先于卡图卢斯”)。不定式 ἀποδειχθῆναι 的逻辑主语是宾格的 Λέπιδον τὸν πάντων κάκιστον,ὕπατον 为作谓语补足语的宾格。句中将对比的双方(卡图卢斯与雷必达)置于句首并列,构成了倒装修辞结构。
- 15.3ἐνισταμένων μὴ ταφῆναι τὸν νεκρὸν ἐν τῷ πεδίῳ, μηδὲ δημοσίᾳ τὴν ἐκφορὰν γενέσθαι
ἐνισταμένων 为属格独立结构中的分词(“反对/阻挠”)。因其含有阻碍、反对的含义,其所支配的不定式 ταφῆναι 与 γενέσθαι 前带有赘加否定词 μή / μηδέ。在语义上表示阻挠“遗体安葬”与“举行国葬”这两项行动的发生。
