- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:14.1-14.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培要求举行凯旋式,苏拉起初以资历不合法律为由予以拒绝,但庞培以“朝阳夕日”之语折服苏拉并获准凯旋;庞培虽因城门狭窄未能乘坐象车,并果断平息了士兵的骚动,最终以非元老身份完成了空前绝后的凯旋式。
ἐκ τούτου θρίαμβον ᾔτει Πομπήϊος, ἀντέλεγε δὲ Σύλλας. ὑπάτῳ γὰρ ἢ στρατηγῷ μόνον, ἄλλῳ δὲ οὐδενὶ δίδωσιν ὁ νόμος, διὸ καὶ Σκηπίων ὁ πρῶτος ἀπὸ μειζόνων καὶ κρειττόνων ἀγώνων ἐν Ἰβηρίᾳ Καρχηδονίων κρατήσας οὐκ ᾔτησε θρίαμβον ὕπατος γὰρ οὐκ ἦν οὐδὲ στρατηγός.
此后,庞培要求举行凯旋式,而苏拉表示反对。因为法律只允许执政官或裁判官举行,而不赋予任何其他人;因此,老西庇阿在伊比利亚以更大更辉煌的战役击败迦太基人之后,也未曾要求凯旋式,因为他既非执政官亦非裁判官。
εἰ δὲ Πομπήϊος οὔπω πάνυ γενειῶν εἰσελᾷ θριαμβεύων εἰς τὴν πόλιν, ᾧ βουλῆς διὰ τὴν ἡλικίαν οὐ μέτεστι, παντάπασιν ἐπίφθονον ἔσεσθαι καὶ τὴν ἀρχὴν ἑαυτῷ καὶ τὴν τιμὴν ἐκείνῳ.1 ταῦτα πρὸς Πομπήϊον ὁ Σύλλας ἔλεγεν, ὡς οὐκ ἐάσων, ἀλλὰ ἐνστησόμενος αὐτῷ καὶ κωλύσων τὸ φιλόνεικον ἀπειθοῦντος.
苏拉表示,若尚无完全须髯的庞培便在凯旋式中列队进城——而他因年岁尚幼连元老院席位都未曾获得——,这无论对自己掌权还是对庞培享此殊荣而言,都将招致极度的嫉恨。苏拉向庞培陈述这些,表明自己决不容许,若庞培抗命,便要挺身抗拒并阻拦其争竞之心。
ὁ δὲ Πομπήϊος οὐχ ὑπέπτηξεν, ἀλλʼ ἐννοεῖν ἐκέλευσε τὸν Σύλλαν ὅτι τὸν ἥλιον ἀνατέλλοντα πλείονες ἢ δυόμενον προσκυνοῦσιν, ὡς αὐτῷ μὲν αὐξανομένης, μειουμένης δὲ καὶ μαραινομένης ἐκείνῳ τῆς δυνάμεως,2 ταῦτα ὁ Σύλλας οὐκ ἀκριβῶς ἐξακούσας, ὁρῶν δὲ τοὺς ἀκούσαντας ἀπὸ τοῦ προσώπου καὶ τοῦ σχήματος ἐν θαύματι ποιουμένους, ἤρετο τί τὸ λεχθὲν εἴη. πυθόμενος δὲ καὶ καταπλαγεὶς τοῦ Πομπηΐου τὴν τόλμαν ἀνεβόησε δὶς ἐφεξῆς, Θριαμβευσάτω.
然而庞培毫不畏缩,反而要苏拉深思:崇拜初升之日者远多于敬拜落日者;意指庞培自己的权势与日俱增,而苏拉的权势却日薄西山。苏拉未曾听清这些话,但见听闻者从面容与体态上皆显露出惊愕之色,便询问所言为何。得知实情后,苏拉折服于庞培的胆魄,接连两次高喊: “让他凯旋吧!”
πολλῶν δὲ δυσχεραινόντων καὶ ἀγανακτούντων, ἔτι μᾶλλον αὐτούς, ὥς φασι, βουλόμενος ἀνιᾶν ὁ Πομπήϊος, ἐπεχείρησεν ἐλεφάντων ἅρματι τεττάρων ἐπιβὰς εἰσελαύνειν ἤγαγε γὰρ ἐκ Λιβύης τῶν βασιλικῶν3 συχνοὺς αἰχμαλώτους· ἀλλὰ τῆς πύλης στενωτέρας οὔσης ἀπέστη καὶ μετῆλθεν ἐπὶ τοὺς ἵππους.
众人多有不快与愤慨,而庞培据说为了更加惹恼他们,竟企图乘四头大象拉引的战车入城;因为他从利比亚俘获了许多属于王家的战象。但因城门过于狭窄,他便作罢,改乘骏马。
ἐπεὶ δὲ οἱ στρατιῶται μὴ τυχόντες ἡλίκων προσεδόκησαν ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, οὐδὲν ἔφη φροντίζειν, ἀλλὰ μᾶλλον ἀφήσειν τὸν θρίαμβον ἢ κολακεύσειν ἐκείνους, ὅτε δὴ καὶ Σερουΐλιος, ἀνὴρ ἐπιφανὴς καὶ μάλιστα πρὸς τὸν θρίαμβον ἐνστὰς τοῦ Πομπηΐου, νῦν ἔφη τὸν Πομπήϊον ὁρᾶν καὶ μέγαν ἀληθῶς καὶ ἄξιον τοῦ θριάμβου.
当士兵们因未得到预期数量的赏金而意欲骚扰闹事时,庞培声称自己毫不在意,宁可放弃凯旋式也决不奉承讨好他们。当时,曾极力反对庞培举行凯旋式的显贵人物塞维利乌斯便说,如今他看到庞培实乃伟大之人,当之无愧于此项凯旋式。
δῆλον δʼ ἐστὶν ὅτι καὶ βουλῆς ἂν ἐθελήσας τότε ῥᾳδίως ἔτυχεν. ἀλλʼ οὐκ ἐσπούδασεν, ὡς λέγουσι, τὸ ἔνδοξον ἐκ τοῦ παραδόξου θηρώμενος. οὐ γὰρ ἦν θαυμαστὸν εἰ πρὸ ἡλικίας ἐβούλευε Πομπήϊος, ἀλλʼ ὑπέρλαμπρον ὅτι μηδέπω βουλεύων ἐθριάμβευε. τοῦτο δὲ αὐτῷ καὶ πρὸς εὔνοιαν ὑπῆρχε τῶν πολλῶν οὐ μικρόν ἔχαιρε γὰρ ὁ δῆμος αὐτῷ μετὰ θρίαμβον ἐν τοῖς ἱππικοῖς ἐξεταζομένῳ.4
显而易见,若庞培当时愿意,本可轻而易举地进入元老院。然而正如人们所说,他并未热衷于此,而是求取非同寻常之举带来的荣耀。因为庞培若未及法定年龄便成为元老,算不得什么奇事;但他尚未成为元老便已举行凯旋式,乃是至为辉煌之事。而这对他博取大众的好感也绝非小有裨益;因为民众欣见他在凯旋之后仍旧在骑士队列中接受检阅。
- 14.2παντάπασιν ἐπίφθονον ἔσεσθαι καὶ τὴν ἀρχὴν ἑαυτῷ καὶ τὴν τιμὴν ἐκείνῳ
间接引语中的“宾格加不定式”结构。在语法上作为前文条件从句(εἰ δὲ Πομπήϊος...)的归结从句,并由后文的主动词 ἔλεγεν 所统辖,转述苏拉的话(表示苏拉自身的统治与庞培的荣誉都将招致普遍的妒恨)。其中 ἑαυτῷ 为间接反身代词指苏拉本人,ἐκείνῳ 则指代庞培。
- 14.3ὡς αὐτῷ μὲν αὐξανομένης, μειουμένης δὲ καὶ μαραινομένης ἐκείνῳ τῆς δυνάμεως
由 ὡς 引导的属格独立结构(名词为 τῆς δυνάμεως,分词为 αὐξανομένης 与 μειουμένης δὲ καὶ μαραινομένης),用于表明说话者庞培的主观意图或理由(意即其自身的权势在增长,而对方的权势在消退减损)。与格代词 αὐτῷ(庞培)与 ἐκείνῳ(苏拉)形成鲜明对照。
- 14.4τῶν βασιλικῶν
属格的名词化形容词(中性复数,或与承前省略的 ἐλεφάντων 一致的阳性复数)。紧承上文“四象战车(ἐλεφάντων ἅρματι τεττάρων)”,在此作部分属格,指属于努米底亚王室的战象。
- 14.6ἐν τοῖς ἱππικοῖς ἐξεταζομένῳ
作动词 ἔχαιρε 补充成分的分词结构,与与格代词 αὐτῷ 一致(阳性单数现在被动分词)。指庞培在罗马骑士阶层(ἱππικοί)的阅兵或人口普查审查中位列受检,突出他在凯旋之后仍甘为骑士、接受检阅。
