← 普鲁塔克

庞培传

§13.1-13.7

平息兵变与苏拉赐予马格努斯称号

庞培在乌提卡接到解散军队的命令,以死相抗制止了士兵的兵变,随后苏拉热烈迎接他并授予其“马格努斯”之名。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ἐπανελθόντι δὲ εἰς Ἰτύκην αὐτῷ γράμματα κομίζεται Σύλλα προστάττοντος ἀφιέναι μὲν τὴν ἄλλην στρατιάν, αὐτὸν δὲ μεθʼ ἑνὸς τάγματος περιμένειν αὐτόθι τὸν διαδεξόμενον στρατηγόν. ἐπὶ τούτοις ἀδήλως μὲν αὐτὸς ἤχθετο καὶ βαρέως ἔφερεν, ἐμφανῶς δὲ ὁ στρατὸς ἠγανάκτει· καὶ δεηθέντος τοῦ Πομπηΐου προελθεῖν,1 τόν τε Σύλλαν κακῶς ἔλεγον, κἀκεῖνον οὐκ ἔφασαν προήσεσθαι χωρὶς αὑτῶν, οὐδὲ εἴων πιστεύειν τῷ τυράννῳ.

当他返回乌提卡时,苏拉送来书信,命令他解散其余军队,仅率一个军团留驻当地等待接任的统帅。对此,庞培本人暗自恼怒且深感沉重,而军队则公开表达了愤慨;当庞培应众人请求走上前时,士兵们痛骂苏拉,声称决不在没有自己的情况下放他走,也不容许他去信任那个独裁者。

§13.2

τὸ μὲν οὖν πρῶτον ὁ Πομπήϊος ἐπειρᾶτο πραΰνειν καὶ παρηγορεῖν αὐτούς· ὡς δʼ οὐκ ἔπειθε, καταβὰς ἀπὸ τοῦ βήματος ἐπὶ τὴν σκηνὴν ἀπῄει δεδακρυμένος. οἱ δὲ συλλαβόντες αὐτὸν αὖθις ἐπὶ τοῦ βήματος κατέστησαν· καὶ πολὺ μέρος τῆς ἡμέρας ἀνηλώθη, τῶν μὲν μένειν καὶ ἄρχειν κελευόντων, τοῦ δὲ πείθεσθαι δεομένου καὶ μὴ στασιάζειν, ἄχρι οὗ προσλιπαρούντων καὶ καταβοώντων ὤμοσεν ἀναιρήσειν ἑαυτὸν εἰ βιάζοιντο, καὶ μόλις οὕτως ἐπαύσαντο.

起初,庞培试图安抚并劝慰他们;但眼见无法说服众人,他便走下讲台,泪流满面地退回军帐。然而士兵们拦住他,再次将他推上讲台;大半天的时间就这样耗费了,一边是士兵们命令他留下继续掌军,另一边则是他恳求众人服从命令、切勿哗变,直到最后,在士兵们苦苦相逼并大声叫嚷之下,他起誓若他们强迫自己,他便自尽,他们这才勉强罢休。

§13.3

τῷ δὲ Σύλλᾳ πρώτη μὲν ἦλθεν ἀγγελία τόν Πομπήϊον ἀφεστάναι, καὶ πρὸς τοὺς φίλους εἶπεν ὡς ἄρα πεπρωμένον ἦν αὐτῷ γενομένῳ γέροντι παίδων ἀγῶνας ἀγωνίζεσθαι,2 διὰ τὸ καὶ Μάριον αὐτῷ νέον ὄντα κομιδῇ πλεῖστα πράγματα παρασχεῖν καὶ εἰς τοὺς ἐσχάτους περιστῆσαι κινδύνους, πυθόμενος δὲ τἀληθῆ, καὶ πάντας ἀνθρώπους αἰσθανόμενος δέχεσθαι καὶ παραπέμπειν τὸν Πομπήϊον ὡρμημένους μετʼ εὐνοίας, ἔσπευδεν ὑπερβαλέσθαι· καὶ προελθὼν ἀπήντησεν αὐτῷ, καὶ δεξιωσάμενος ὡς ἐνῆν προθυμότατα μεγάλῃ φωνῇ Μάγνον ἠσπάσατο, καὶ τοὺς παρόντας οὕτως ἐκέλευσε προσαγορεῦσαι.

而在苏拉那里,最初传来的消息是庞培已经叛变,他对朋友们说,看来自己命中注定要在垂暮之年与黄口小儿交手,因为马略也是在极年轻时就给他制造了极大的麻烦,并使他陷入极端的危险之中。但当苏拉得知实情,并察觉到所有人都怀着善意踊跃前往迎接并护送庞培时,他急欲胜过众人。他亲自出城迎接庞培,竭尽所能地热情握手致意,高声称他为“马格努斯”向他问候,并命令在场众人皆以此名呼之。

§13.5

σημαίνει δὲ τὸν μέγαν ὁ Μάγνος. ἕτεροι δέ φασιν ἐν Λιβύῃ πρῶτον ἀναφώνημα τοῦτο τοῦ στρατοῦ παντὸς γενέσθαι, κράτος δὲ λαβεῖν καὶ δύναμιν ὑπὸ Σύλλα βεβαιωθέν. αὐτὸς μέντοι πάντων ὕστατος καὶ μετὰ πολὺν χρόνον εἰς Ἰβηρίαν ἀνθύπατος ἐκπεμφθεὶς ἐπὶ Σερτώριον ἤρξατο γράφειν ἑαυτὸν ἐν ταῖς ἐπιστολαῖς καὶ τοῖς διατάγμασι Μάγνον Πομπήϊον οὐκέτι γὰρ ἦν ἐπίφθονον τοὔνομα σύνηθες γενόμενον.

“马格努斯”意为“伟大者”。另有人说,这一呼号最初是全军在利比亚喊出的,因苏拉的确认才获得了权威与效力。然而庞培本人却是最晚采用此名的,过了许久,当他作为资深执政官被派往伊比利亚征讨塞多留时,才开始在书信与法令中自署为“庞培·马格努斯”;因为此名已成惯例,不再招致嫉恨。

§13.6

ὅθεν εἰκότως ἀγασθείη καὶ θαυμάσειεν ἄν τις τοὺς πάλαι Ῥωμαίους, οἳ ταῖς τοιαύταις ἐπικλήσεσι καὶ προσωνυμίαις οὐ τὰς πολεμικὰς ἠμείβοντο καὶ στρατιωτικὰς κατορθώσεις μόνον, ἀλλὰ καὶ τὰς πολιτικὰς πράξεις καὶ ἀρετὰς ἐκόσμουν.

因此,人们理当赞叹并仰慕古时的罗马人,他们以此类别名和称号所奖赏的,不仅包括战事与军事成就,亦用以表彰治国政绩与公民美德。

§13.7

δύο γοῦν Μαξίμους, ὅπερ ἐστὶ μεγίστους, ἀνηγόρευσεν ὁ δῆμος· Οὐαλλέριον μὲν ἐπὶ τῷ διαλλάξαι στασιάζουσαν αὐτῷ τὴν σύγκλητον,3 Φάβιον δὲ Ῥοῦλλον, ὅτι πλουσίους τινὰς ἐξ ἀπελευθέρων γεγονότας καὶ καταλελεγμένους εἰς τὴν σύγκλητον ἐξέβαλεν.

例如,人民曾将两人宣布为“马克西穆斯”,即“最伟大者”:其一是瓦莱里乌斯,因他调解了与人民相抗的元老院;其二是法比乌斯·鲁卢斯,因他清除了元老院中那些由被释奴所生却被登记在册的富人。

语法注3 条
  1. 13.1δεηθέντος τοῦ Πομπηΐου προελθεῖν

    δεηθέντος 为动词 δέομαι(请求)的被动态不定过去时分词,构成属格独立结构。此处采被动含义,解作“当庞培被[士兵们]请求走上前时”。提出请求的施动者在文中省略,这契合下文的情境:士兵们请庞培出面后,便开始痛骂苏拉(τόν τε Σύλλαν κακῶς ἔλεγον)。虽亦可按异相动词用法解作“当庞培恳求[士兵们]前行时”,但此解与后文士兵随即作为主语发言的语境衔接较弱。

  2. 13.3ὡς ἄρα πεπρωμένον ἦν αὐτῷ γενομένῳ γέροντι παίδων ἀγῶνας ἀγωνίζεσθαι

    引导间接引语的 ὡς 与小辞 ἄρα 连用,表达察觉到出乎意料且具讽刺意味的事实。πεπρωμένον ἦν 为非人称结构(“注定……”),与格 αὐτῷ γενομένῳ γέροντι(“对于已成老人的他而言”)作为不定式 ἀγωνίζεσθαι 的逻辑主语。短语 παίδων ἀγῶνας ἀγωνίζεσθαι 构成同源宾语(“打黄口小儿的仗”),指与后文提及的小马略以及庞培等年轻对手之间的较量。

  3. 13.7ἐπὶ τῷ διαλλάξαι στασιάζουσαν αὐτῷ τὴν σύγκλητον

    介词 ἐπί 接带冠词的不定式与格(ἐπὶ τῷ διαλλάξαι)表示原因或依据(“因调解了……”)。分词 στασιάζουσαν 修饰 τὴν σύγκλητον,与格 αὐτῷ 则是表示对抗的与格,指代前句的主语 ὁ δῆμος(人民),即“与人民相对抗的元老院”。虽然在语法上 αὐτῷ 亦可指代瓦莱里乌斯本人,但在历史语境中与元老院发生对立的是平民大众,因此指代前面的 ὁ δῆμος 最为合理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:13.1-13.7