- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:12.1-12.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培乘恶劣天气突袭多米提乌斯军并大获全胜,攻陷敌营击杀多米提乌斯,更深入努米底亚征战,仅用四十天便平定了整个利比亚。
Ἀντιτεταγμένου δὲ τοῦ Δομετίου καὶ χαράδραν τινὰ προβεβλημένου χαλεπὴν περᾶσαι καὶ τραχεῖαν, ὄμβρος ἅμα πνεύματι πολὺς ἕωθεν ἀρξάμενος κατεῖχεν, ὥστε ἀπογνόντα τῆς ἡμέρας ἐκείνης μαχέσασθαι1 τὸν Δομέτιον ἀναζυγὴν παραγγεῖλαι, Πομπήϊος δὲ τοῦτον αὑτοῦ ποιούμενος τὸν καιρὸν ὀξέως ἐπῄει καὶ διέβαινε τὴν χαράδραν.
多米提乌斯列阵相对,并在军前隔置了一条难以逾越且险峻的沟壑;此时自清晨起狂风骤雨大作不止,多米提乌斯因此打消了当日交战的念头,下令撤退;然而庞培将此时机视作良机,迅速进军并渡过了沟壑。
οἱ δὲ ἀτάκτως καὶ θορυβούμενοι καὶ οὐ πάντες οὐδὲ ὁμαλῶς ὑφίσταντο, καὶ τὸ πνεῦμα περιῄει τὴν ζάλην αὐτοῖς προσβάλλον ἐναντίαν. οὐ μὴν ἀλλὰ καὶ τοὺς Ῥωμαίους ὁ χειμὼν ἐτάραξεν οὐ καθορῶντας ἀλλήλους ἀκριβῶς, αὐτός τε Πομπήϊος ἐκινδύνευσεν ἀγνοηθεὶς ἀποθανεῖν, ἐρωτῶντι στρατιώτῃ τὸ σύνθημα βράδιον ἀποκρινάμενος.
敌军在混乱和骚动中迎击,既非全体协同,也毫无阵型,狂风更转向将暴风雨迎面朝他们吹袭过去。然而,暴风雨也扰乱了罗马人,由于彼此看不清楚,庞培本人也险些因未被认出而丧命,因为他对一名询问口令的士兵回应稍迟了些。
ὠσάμενοι δὲ πολλῷ φόνῳ τοὺς πολεμίους ʽλέγονται γὰρ ἀπὸ δισμυρίων τρισχίλιοι διαφυγεῖν’ αὐτοκράτορα τὸν Πομπήϊον ἠσπάσαντο. φήσαντος δὲ ἐκείνου μὴ δέχεσθαι τὴν τιμὴν ἕως ὀρθὸν ἕστηκε τὸ στρατόπεδον τῶν πολεμίων, εἰ δὲ αὐτὸν ἀξιοῦσι ταύτης τῆς προσηγορίας, ἐκεῖνο χρῆναι πρότερον καταβαλεῖν,2 ὥρμησαν εὐθὺς ἐπὶ τὸν χάρακα· καὶ Πομπήϊος ἄνευ κράνους ἠγωνίζετο δεδοικὼς τὸ πρότερον πάθος.
他们在激烈的杀戮中击退了敌人——据说两万人中仅有三千人逃脱——并高呼庞培为统帅。但他表示,只要敌人的营垒依然屹立,他就决不接受这一荣誉,若众人真认为他配得上此项头衔,就当先摧毁那座营垒;于是士兵们立刻冲向防御工事。庞培因畏惧先前的意外,便不戴头盔投入战斗。
ἁλίσκεται δὴ τὸ στρατόπεδον καὶ ἀποθνήσκει Δομέτιος. τῶν δὲ πόλεων αἱ μὲν εὐθὺς ὑπήκουον, αἱ δὲ κατὰ κράτος ἐλήφθησαν, εἷλε δὲ καὶ τῶν βασιλέων Ἰάρφαν τὸν συμμαχήσαντα Δομετίῳ, τὴν δὲ βασιλείαν Ἰάμψᾳ παρέδωκε. χρώμενος δὲ τῇ τύχῃ καὶ τῇ ῥύμῃ τοῦ στρατεύματος εἰς τὴν Νομαδικὴν ἐνέβαλε· καὶ πολλῶν ὁδὸν ἡμερῶν ἐλάσας καὶ πάντων κρατήσας οἷς ἐνέτυχε, καὶ τὸ πρὸς Ῥωμαίους δέος ἤδη τῶν βαρβάρων ἐξερρυηκὸς αὖθις ἰσχυρὸν καὶ φοβερὸν ἐγκαταστήσας, οὐδὲ τὰ θηρία δεῖν ἔφη τὰ τὴν Λιβύην κατοικοῦντα τῆς τῶν Ῥωμαίων ἄπειρα ῥώμης καὶ τόλμης ἀπολείπειν.3 ὅθεν ἐν θήραις λεόντων καὶ ἐλεφάντων ἡμέρας διέτριψεν οὐ πολλάς· ταῖς δὲ πάσαις, ὥς φασι, τεσσαράκοντα τοὺς πολεμίους συνεῖλε καὶ Λιβύην ἐχειρώσατο καὶ διῄτησε τὰ τῶν βασιλέων, ἔτος ἄγων ἐκεῖνο τέταρτον καὶ εἰκοστόν.
营垒遂被攻破,多米提乌斯战死。至于各城邦,有的立即归降,有的则被强行攻克;他还俘获了曾与多米提乌斯结盟的诸王之一亚尔巴斯,并将王位转交予希埃姆普萨尔。庞培顺应天运与士气,挥师攻入努米底亚;他行军多日程,降服了所遭遇的一切势力,不仅使蛮族心中原本已经淡去的对罗马的畏惧重又变得强烈而可怖,而且宣称即便是栖居利比亚的野兽,也不当让它们未曾领略罗马人的勇力与果敢就被撇下。为此他花了几日光阴猎捕狮子和大象;而据传,在总共四十天之内,他就消灭了敌人、降服了利比亚并裁决了诸王事务,那一年他才二十四岁。
- 12.1ἀπογνόντα τῆς ἡμέρας ἐκείνης μαχέσασθαι
动词 ἀπογιγνώσκω(绝望、放弃)后接属格名词(τῆς ἡμέρας ἐκείνης)及不定式(μαχέσασθαι)。此处 τῆς ἡμέρας ἐκείνης 可视作表示时间的属格或动词的直接补足语,配合不定式构成“放弃在当日交战”之意。
- 12.3φήσαντος δὲ ἐκείνου μὴ δέχεσθαι τὴν τιμὴν ... εἰ δὲ αὐτὸν ἀξιοῦσι ταύτης τῆς προσηγορίας, ἐκεῖνο χρῆναι πρότερον καταβαλεῖν
由独立属格 φήσαντος δὲ ἐκείνου 引导的间接引语。条件从句保留了直接引语中的直陈式现在时(εἰ ... ἀξιοῦσι),而主句谓语则转为依附于分词的不定式(χρῆναι),意为“如果他们认为他配得上……就应当先摧毁那座营垒”。
- 12.5οὐδὲ τὰ θηρία δεῖν ἔφη ... ἀπολείπειν
否定连词 οὐδέ 修饰依附于 ἔφη 的不定式 δεῖν,意为“他说即便是野兽也不应当……弃之不顾”。δεῖν 进一步统领省略了逻辑主语的不定式(ἀπολείπειν,以 τὰ θηρία 为宾语),形成嵌套的间接陈述句结构。
