- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:11.1-11.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培奉苏拉与元老院之命率庞大舰队开赴利比亚讨伐多米提乌斯;途中士兵因搜寻传说中的迦太基宝藏而疯狂掘地,使战事一度演变为闹剧。
ταῦτα πράττων ἐν Σικελίᾳ καὶ πολιτευόμενος ἐδέξατο δόγμα συγκλήτου καὶ γράμματα Σύλλα κελεύοντα εἰς Λιβύην πλεῖν καὶ πολεμεῖν Δομετίῳ κατὰ κράτος, ἠθροικότι πολλαπλασίαν δύναμιν ἧς1 ἔχων Μάριος οὐ πάλαι διεπέρασεν ἐκ Λιβύης εἰς Ἰταλίαν καὶ συνέχει τὰ Ῥωμαίων πράγματα, τύραννος ἐκ φυγάδος καταστάς.
庞培在西西里处理这些事务并推行政令时,收到了元老院的决议和苏拉的信函,命令他扬帆驶往利比亚,全力讨伐多米提乌斯;此时多米提乌斯聚集的军力,已数倍于不久前马略从利比亚横渡至意大利、由流亡者变为僭主并扰乱罗马国政时所拥有的军势。
ὀξέως οὖν ἅπαντα παρασκευασάμενος ὁ Πομπήϊος Σικελίας μὲν ἄρχοντα Μέμμιον κατέλιπε τὸν ἄνδρα τῆς ἀδελφῆς, αὐτὸς δὲ ἀνήγετο ναυσὶ μὲν μακραῖς ἑκατὸν εἴκοσι, φορτηγοῖς δὲ σῖτον καὶ βέλη καὶ χρήματα καὶ μηχανὰς κομιζούσαις ὀκτακοσίαις. κατασχόντι δὲ αὐτῷ2 ταῖς μὲν εἰς Ἰτύκην ναυσί, ταῖς δὲ εἰς Καρχηδόνα, τῶν πολεμίων ἀποστάντες ἑπτακισχίλιοι προσεχώρησαν, αὐτὸς δὲ ἦγεν ἓξ ἐντελῆ τάγματα.
于是庞培迅速备妥一切,留下妹夫门米乌斯统理西西里,自己则率领战船一百二十艘、运载粮草、箭矢、军饷与器械的运输船八百艘启航出海。当他的船队一部分停靠在乌提卡、另一部分停靠在迦太基时,敌方有七千人叛离归顺于他,而他自己亦统率着六个齐装满员的军团。
συμβῆναι δὲ αὐτῷ πρᾶγμα γελοῖον ἱστοροῦσι. στρατιῶται γάρ τινες, ὡς ἔοικε, θησαυρῷ περιπεσόντες ἔλαβον συχνὰ χρήματα, τοῦ δὲ πράγματος γενομένου φανεροῦ δόξα τοῖς ἄλλοις παρέστη πᾶσι χρημάτων μεστὸν εἶναι τὸν τόπον ἐν ταῖς ποτε τύχαις τῶν Καρχηδονίων ἀποτεθειμένων.3
据说在他身上发生了一件滑稽之事。几个士兵似乎偶然发现了一处宝藏,发掘出巨额钱财;此事一旦公开,其余所有人都萌生出一种想法,以为该地到处都埋藏着迦太基人往昔遭遇危难时藏匿的财富。
οὐδὲν οὖν ὁ Πομπήϊος εἶχε χρῆσθαι4 τοῖς στρατιώταις ἐπὶ πολλὰς ἡμέρας θησαυροὺς ζητοῦσιν, ἀλλὰ περιῄει γελῶν καὶ θεώμενος ὁμοῦ μυριάδας τοσαύτας ὀρυσσούσας καὶ στρεφούσας τὸ πεδίον, ἕως ἀπειπόντες ἐκέλευον αὑτοὺς ἄγειν ὅπη βούλεται τὸν Πομπήϊον, ὡς δίκην ἱκανὴν τῆς ἀβελτερίας δεδωκότας.
因此庞培在数日之内完全无法差遣士兵,他们只顾四处搜寻宝藏;他只得含笑巡视,看着这数万将士一齐在平原上刨掘翻土,直到众人精疲力竭,才请求庞培将他们带往任何他愿意前往的地方,自认已为自己的愚行付出了足够的代价。
- 11.1πολλαπλασίαν δύναμιν ἧς
关系代名词 ἧς 先行词为 δύναμιν(阴性单数宾格)。其在从句中本应充当分词 ἔχων 的宾语而作宾格 ἣν,但受表示倍数/比较的形容词 πολλαπλασίαν 支配,转成了比较属格。
- 11.2κατασχόντι δὲ αὐτῷ
与格分词结构 κατασχόντι αὐτῷ 用作表时间或情境的关涉与格,为主句(主语为叛离的七千人)设定背景;随后的 ταῖς μὲν ... ταῖς δὲ 与 ναυσί 构成部分同位语,意为“当他率船队一部分停靠……另一部分停靠……之时”。
- 11.3ἀποτεθειμένων
完成时被动分词 ἀποτεθειμένων(中性复数属格)修饰前文的 χρημάτων,而非紧邻的 τῶν Καρχηδονίων。介词短语 ἐν ταῖς ποτε τύχαις τῶν Καρχηδονίων 嵌在其间,构成了语序离隔(hyperbaton)。
- 11.4οὐδὲν οὖν ὁ Πομπήϊος εἶχε χρῆσθαι
结构 ἔχω + 不定式 表示能力(“能够”,否定即“不能”)。中性宾格 οὐδέν 作状语用(“完全不”),整体意为“庞培全然无法使用这些士兵”。
