- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:10.1-10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培奉命前往西西里驱逐佩尔彭纳并平定该岛,虽处决了卡尔博与瓦莱里乌斯,但亦表现出宽仁之举,因赞赏希梅拉领袖斯特尼斯的坦荡气魄而赦免了全城。
ἐκ τούτου Σικελίαν ἠγγέλλετο Περπέννας αὑτῷ κρατύνεσθαι1 καὶ τοῖς περιοῦσιν ἔτι τῆς ἐναντίας στάσεως ὁρμητήριον παρέχειν τὴν νῆσον, αἰωρουμένου καὶ Κάρβωνος αὐτόθι ναυτικῷ καὶ Δομετίου Λιβύῃ προσπεπτωκότος, ἄλλων τε πολλῶν ἐπέκεινα μεγάλων ὠθουμένων φυγάδων, ὅσοι τὰς προγραφὰς ἔφθησαν ἀποδράντες. ἐπὶ τούτους Πομπήϊος ἀπεστάλη μετὰ πολλῆς δυνάμεως.
此后有消息传来,佩尔彭纳正为自己巩固对西西里的控制,并将该岛作为敌对派系残余势力的根据地,卡尔博亦率舰队在附近游弋,多米提乌斯侵入利比亚,更有许多在流亡者中地位显赫的大人物——凡及早逃脱公敌宣告之人——皆纷纷涌向那里。庞培遂率领大军被派去讨伐他们。
καὶ Περπέννας μὲν εὐθὺς αὐτῷ Σικελίας ἐξέστη, τὰς δὲ πόλεις ἀνελάμβανε τετρυχωμένας καὶ φιλανθρώπως πάσαις ἐχρῆτο πλὴν Μαμερτίνων τῶν ἐν Μεσσήνῃ, παραιτουμένων γὰρ αὐτοῦ τὸ βῆμα καὶ τὴν δικαιοδοσίαν ὡς νόμῳ παλαιῷ Ῥωμαίων ἀπειρημένα, οὐ παύσεσθε, εἶπεν, ἡμῖν ὑπεζωσμένοις ξίφη νόμους ἀναγινώσκοντες;
佩尔彭纳随即为他让出了西西里,庞培安抚了疲惫不堪的各城邦,并对所有城邦仁厚相待,唯独麦西那的马墨尔提尼人例外。因为他们以罗马古法有所禁止为由,请求免除他的法庭审判和管辖权,“难道你们还不停止,”他说道,“向我们这群佩着宝剑的人诵读法律吗?”
ἔδοξε δὲ καὶ ταῖς Κάρβωνος οὐκ ἀνθρωπίνως ἐνυβρίσαι συμφοραῖς. εἰ γὰρ ἦν ἀναγκαῖον αὐτόν, ὥσπερ ἦν ἴσως, ἀνελεῖν, εὐθὺς ἔδει λαβόντα,2 καὶ τοῦ κελεύσαντος ἂν ἦν τὸ ἔργον. ὁ δὲ δέσμιον προαγαγὼν ἄνδρα Ῥωμαῖον τρὶς ὑπατεύσαντα καὶ πρὸ τοῦ βήματος στήσας καθεζόμενος αὐτὸς ἀνέκρινεν, ἀχθομένων καὶ βαρυνομένων τῶν παρόντων· εἶτα ἐκέλευσεν ἀπαγαγόντας ἀνελεῖν.
此外,人们认为他在卡尔博的不幸境遇上施加了极不近人情的侮辱。因为如果处死他是不可避免的——或许确实如此——那就应当在生擒之后立即动手,这样该行为便可归咎于下达命令之人。然而他却将一位曾三次担任执政官的罗马显贵戴上镣铐押上前来,令其立于审判席前,自己高坐席上进行审问,在场之人无不感到愤懑与压抑;随后他才下令将卡尔博押下去处决。
ἀπαχθέντα μέντοι φασὶν αὐτόν, ὡς εἶδεν ἑλκόμενον ἤδη τὸ ξίφος, δεῖσθαι τόπον αὑτῷ καὶ χρόνον βραχύν, ὡς ὑπὸ κοιλίας ἐνοχλουμένῳ, παρασχεῖν. Γάϊος δὲ Ὄππιος ὁ Καίσαρος ἑταῖρος ἀπανθρώπως φησὶ καὶ Κοΐντῳ Οὐαλλερίῳ χρήσασθαι τὸν Πομπήϊον. ἐπιστάμενον γὰρ ὡς ἔστι φιλολόγος ἀνὴρ καὶ φιλομαθὴς ἐν ὀλίγοις ὁ Οὐαλλέριος, ὡς ἤχθη πρὸς αὐτόν, ἐπισπασάμενον καὶ συμπεριπατήσαντα καὶ πυθόμενον ὧν ἔχρῃζε καὶ μαθόντα, προστάξαι3 τοῖς ὑπηρέταις εὐθὺς ἀνελεῖν ἀπαγαγόντας.
不过据说,当卡尔博被带走并看见利刃出鞘时,声称自己腹中不适,恳求给他一个处所和片刻时间。此外,恺撒的密友盖乌斯·奥皮乌斯声称,庞培对待昆图斯·瓦莱里乌斯亦十分残忍:因为庞培深知瓦莱里乌斯是屈指可数的博学好古之士,当瓦莱里乌斯被押到他面前时,他拉着对方一同散步,打听并获悉了自己想知道的事情之后,便命令侍从立即将他押走处决。
ἀλλʼ Ὀππίῳ μέν, ὅταν περὶ τῶν Καίσαρος πολεμίων ἢ φίλων διαλέγηται, σφόδρα δεῖ πιστεύειν μετὰ εὐλαβείας·4 Πομπήϊος δὲ τοὺς μὲν ἐν δόξῃ μάλιστα τῶν Σύλλα πολεμίων καὶ φανερῶς ἁλισκομένους ἀναγκαίως ἐκόλαζε, τῶν δʼ ἄλλων ὅσους ἐξῆν περιεώρα λανθάνοντας, ἐνίους δὲ καὶ συνεξέπεμπε.
然而,每当奥皮乌斯谈论恺撒的仇敌或朋友时,人们都必须极其谨慎地去相信他。庞培对于苏拉的政敌中声望最为显赫且公然被捕者固然不得不施以惩罚,但对其余之人,只要可能,他都对其隐匿行踪听之任之,甚至还协助若干人逃脱。
τὴν δὲ Ἱμεραίων πόλιν ἐγνωκότος αὐτοῦ κολάζειν γενομένην μετὰ τῶν πολεμίων, Σθένις ὁ δημαγωγὸς αἰτησάμενος λόγον οὐκ ἔφη δίκαια ποιήσειν τὸν Πομπήϊον, ἐὰν τὸν αἴτιον ἀφεὶς ἀπολέσῃ τοὺς μηδὲν ἀδικοῦντας. ἐρομένου δὲ ἐκείνου τίνα λέγει τὸν αἴτιον, ἑαυτὸν ὁ Σθένις ἔφη, τοὺς μὲν φίλους πείσαντα τῶν πολιτῶν, τοὺς δʼ ἐχθροὺς βιασάμενον.
当他决定惩处曾依附敌方的希梅拉城时,平民领袖斯特尼斯请求发言,宣称庞培若是放过罪魁祸首而毁灭无辜之人,便算不得公正。在庞培询问他所说的罪魁祸首是指何人时,斯特尼斯回答说就是他自己,因为他劝服了城邦中身为朋友的人,又以强力制服了身为政敌的人。
ἀγασθεὶς οὖν τὴν παρρησίαν καὶ τὸ φρόνημα τοῦ ἀνδρὸς ὁ Πομπήϊος ἀφῆκε τῆς αἰτίας πρῶτον ἐκεῖνον, εἶτα τοὺς ἄλλους ἅπαντας, ἀκούων δὲ τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν, σφραγῖδα ταῖς μαχαίραις αὐτῶν ἐπέβαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο.
庞培感佩此人的坦荡胸襟与豪迈气魄,遂首先赦免了他的罪责,继而赦免了其余所有人;由于听闻士兵们在行军途中军纪涣散,他便在他们的佩剑上加盖封印,凡未能保持完好者皆受惩罚。
- 10.1Σικελίαν ἠγγέλλετο Περπέννας αὑτῷ κρατύνεσθαι
此为被动语态动词 ἠγγέλλετο 搭配主格主语 Περπέννας 及不定式 κρατύνεσθαι 的人称结构(personal construction),语义上相当于非人称句(“据报佩尔彭纳正为自己巩固……”),但将佩尔彭纳作为主格置于句首。
- 10.3εὐθὺς ἔδει λαβόντα
非人称动词 ἔδει 与对格分词 λαβόντα 连用,该分词充当未言明的不定式 ἀνελεῖν 的逻辑主语(即庞培自身),意为“生擒之后应当立即处死”。此处采用对格而非与格。
- 10.4ἐπιστάμενον γὰρ... ἐπισπασάμενον καὶ συμπεριπατήσαντα καὶ πυθόμενον ὧν ἔχρῃζε καὶ μαθόντα, προστάξαι
在由 φησί 引出的间接引语框架下,一系列指代庞培的对格分词(ἐπιστάμενον, ἐπισπασάμενον, συμπεριπατήσαντα, πυθόμενον, μαθόντα)依次排列,最终归结于不定式 προστάξαι。其中 ὧν ἔχρῃζε 省略了先行词(关系代词 ὧν 受要求属格的动词 ἔχρῃζε 支配而呈属格)。
- 10.5σφόδρα δεῖ πιστεύειν μετὰ εὐλαβείας
字面意为“必须极其谨慎地去相信”,实际上是一种反语式或缓叙式的警示,意在表达“应当极度审慎怀疑、绝不可轻信”。
