- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:9.1-9.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉成为独裁官后,为拉拢庞培而促使其休弃安提斯提娅并迎娶自己怀有身孕的继女埃米莉亚,这桩带有专制色彩的政略婚姻最终引发了一连串惨痛的死亡悲剧。
ἐπεὶ τοίνυν ἐκράτησε τῆς Ἰταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνηγορεύθη, τοὺς μὲν ἄλλους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλουσίους ποιῶν καὶ προάγων ἐπὶ ἀρχὰς καὶ χαριζόμενος ἀφθόνως καὶ προθύμως ὧν ἕκαστος ἐδεῖτο,1 Πομπήϊον δὲ θαυμάζων διʼ ἀρετὴν καὶ μέγα νομίζων ὄφελος εἶναι τοῖς ἑαυτοῦ πράγμασιν, ἐσπούδασεν ἁμῶς γέ πως οἰκειότητι προσθέσθαι.
苏拉在控制意大利并被推戴为独裁官之后,便奖赏其他将领和统帅,使他们发家致富,擢升他们担任要职,并慷慨且乐意地满足每人所求;但他因庞培的才干而对其深表钦佩,并认为他对自己的大业大有裨益,遂极力设法要通过姻亲关系将他拉拢到自己身边。
συμβουλομένης δὲ τῆς γυναικὸς αὐτοῦ τῆς Μετέλλης, πείθουσι τὸν Πομπήϊον ἀπαλλαγέντα τῆς Ἀντιστίας λαβεῖν γυναῖκα τὴν Σύλλα πρόγονον2 Αἰμιλίαν, ἐκ Μετέλλης καὶ Σκαύρου γεγενημένην, ἀνδρὶ δὲ συνοικοῦσαν ἤδη καὶ κύουσαν τότε. ἦν οὖν τυραννικὰ τὰ τοῦ γάμου καὶ τοῖς Σύλλα καιροῖς μᾶλλον ἢ τοῖς Πομπηΐου τρόποις πρέποντα, τῆς μὲν Αἰμιλίας ἀγομένης ἐγκύμονος παρʼ ἑτέρου πρὸς αὐτόν, ἐξελαυνομένης δὲ τῆς Ἀντιστίας ἀτίμως καὶ οἰκτρῶς, ἅτε δὴ καὶ τοῦ πατρὸς ἔναγχος ἐστερημένης διὰ τὸν ἄνδρα· κατεσφάγη γὰρ ὁ Ἀντίστιος ἐν τῷ βουλευτηρίῳ δοκῶν τὰ Σύλλα φρονεῖν διὰ Πομπήϊον ἡ δὲ μήτηρ αὐτῆς ἐπιδοῦσα ταῦτα προήκατο τὸν βίον ἑκουσίως, ὥστε καὶ τοῦτο τὸ πάθος τῇ περὶ τὸν γάμον ἐκεῖνον τραγῳδίᾳ προσγενέσθαι καὶ νὴ Δία τὸ τὴν Αἰμιλίαν εὐθὺς διαφθαρῆναι3 παρὰ τῷ Πομπηΐῳ τίκτουσαν.
由于他的妻子梅特拉也有此意愿,他们说服庞培离弃安提斯提娅,迎娶苏拉的继女埃米莉亚——她系梅特拉与斯考鲁斯所生,当时已嫁为人妇且怀有身孕。因此,这桩婚事的做派带有专横的色彩,与其说是符合庞培的品行,毋宁说是符合苏拉当政的时代特征:埃米莉亚怀着身孕从另一个男人那里被带到他这里,而安提斯提娅则屈辱且凄惨地被逐出家门,况且她不久前才刚因丈夫的缘故失去了父亲;原来安提斯提乌斯因庞培的关系被认为偏向苏拉派,遂在元老院议事堂中惨遭屠杀。她的母亲目睹这番惨剧后亦自绝身亡,以致这桩苦难也添入了围绕那场婚姻的悲剧之中;更有甚者,埃米莉亚不久后也在庞培家中分娩时死去。
- 9.1ὧν ἕκαστος ἐδεῖτο
关系代词 ὧν 呈属格形式,此处省略了先行词 ταῦτα(χαριζόμενος 的宾语),由从句动词 δεῖσθαι 直接支配其属格(该动词要求表示所求之物的属格)。
- 9.2πρόγονον
此处的 πρόγονος 并非其通常的“祖先”之义,而是指“继子女、继女”。下文紧接的 ἐκ Μετέλλης καὶ Σκαύρου γεγενημένην 表明她是梅特拉与斯考鲁斯所生,故为苏拉的继女。
- 9.3καὶ νὴ Δία τὸ τὴν Αἰμιλίαν εὐθὺς διαφθαρῆναι
带宾格主语的冠词不定式从句 τὸ ... διαφθαρῆναι 作为追加的主语成分,与前文的结果从句 ὥστε ... προσγενέσθαι(“以致……亦添入其中”)相呼应。誓言性插入语 νὴ Δία(凭宙斯起誓)为这一悲惨结局增添了强烈的感叹与强调色彩。
