- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:9.1-9.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提萨斐尼撕毁停战协定后,阿格西劳斯通过疑兵之计进袭弗里吉亚,准许富人提供代役以组建骑兵队,并将养尊处优的波斯俘虏剥光示众以鼓舞士兵士气。
ἐπεὶ δὲ Τισαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, ὡς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνίδας ἀφήσοντος αὐτονόμους βασιλέως,1 ὕστερον δὲ πεισθεὶς ἔχειν δύναμιν ἱκανὴν ἐξήνεγκε τὸν πόλεμον, ἄσμενος ὁ Ἀγησίλαος ἐδέξατο.
起初提萨斐尼因畏惧阿格西劳斯而缔结了停战协定,借口是大王将把希腊各城邦自治权让予他,但后来提萨斐尼确信自己拥有足够的兵力,便挑起了战争,阿格西劳斯欣然应战。
προσδοκία γὰρ ἦν μεγάλη τῆς στρατείας· καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν, ὁσάκις ἐβουλήθησαν αὐτοὶ τοσαυτάκις βασιλέα νενικηκότας, αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγουμένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς Ἕλληνας,2 εὐθὺς οὖν ἀμυνόμενος ἀπάτῃ δικαίᾳ τὴν Τισαφέρνους ἐπιορκίαν, ἐπέδειξεν ὡς ἐπὶ Καρίαν προάξων, ἐκεῖ δὲ τὴν δύναμιν τοῦ βαρβάρου συναθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε.
因为当时人们对这次远征抱有极大的期望;而且他认为,追随色诺芬的一万人能够按照自己的意愿屡次击败大王而抵达海边,而自己身为统帅着掌管陆地和海洋的斯巴达人的领袖,若在希腊人面前竟无任何值得铭记的功业,那是难以容忍的。因此,他立即以合乎正义的欺瞒来报复提萨斐尼的背誓,扬言要向卡里亚进军;待到异族人在那里集结兵力时,他却拔营侵入了弗里吉亚。
καὶ πόλεις μὲν εἷλε συχνὰς καὶ χρημάτων ἀφθόνων ἐκυρίευσεν, ἐπιδεικνύμενος τοῖς φίλοις ὅτι τὸ μὲν σπεισάμενον ἀδικεῖν τῶν θεῶν ἔστι καταφρονεῖν, ἐν δὲ τῷ παραλογίζεσθαι τοὺς πολεμίους οὐ μόνον τὸ δίκαιον, ἀλλὰ καὶ δόξα πολλὴ καὶ τὸ μεθʼ ἡδονῆς κερδαίνειν ἔνεστι. τοῖς δὲ ἱππεῦσιν ἐλαττωθεὶς καὶ τῶν ἱερῶν ἀλόβων φανέντων, ἀναχωρήσας εἰς Ἔφεσον ἱππικὸν συνῆγε, τοῖς εὐπόροις προειπών, εἰ μὴ βούλονται στρατεύεσθαι, παρασχεῖν ἕκαστον ἵππον ἀνθʼ ἑαυτοῦ καὶ ἄνδρα.
他攻占了许多城池,获得了巨额资财,并向友人指明:结约之后行不义乃是蔑视诸神;但在欺骗敌人之中,不仅有正义,更有巨大的声誉和伴随快意的利益。然而由于在骑兵上处于劣势,加之祭牲被发现没有肝叶,他便撤退至以弗所,开始组建骑兵,并向富人们宣布:若不愿服役,每人须以一匹战马和一名骑手代替自己。
πολλοὶ δʼ ἦσαν οὗτοι, καὶ συνέβαινε τῷ Ἀγησιλάῳ ταχὺ πολλοὺς καὶ πολεμικοὺς ἔχειν ἱππεῖς ἀντὶ δειλῶν ὁπλιτῶν, ἐμισθοῦντο γὰρ οἱ μὴ βουλόμενοι στρατεύεσθαι τοὺς βουλομένους στρατεύεσθαι, οἱ δὲ μὴ βουλόμενοι ἱππεύειν τοὺς βουλομένους ἱππεύειν. καὶ γὰρ τὸν Ἀγαμέμνονα ποιῆσαι καλῶς3 ὅτι θήλειαν ἵππον ἀγαθὴν λαβὼν κακὸν ἄνδρα καὶ πλούσιον ἀπήλλαξε τῆς στρατείας.
这类人很多,因而阿格西劳斯很快便拥有了许多好战的骑兵,以此代替了胆怯的重装步兵;因为不愿从军者出钱雇用了愿从军者,不愿骑马者雇用了愿骑马者。人们确实认为阿伽门农的做法甚为明智,即收下一匹良驹而免去了一个怯懦富人的兵役。
ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους ἀποδύοντες ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας γυμνουμένων κατεγέλων4 ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος, οὗτοι μέν, εἶπεν, οἷς μάχεσθε, ταῦτα δὲ ὑπὲρ ὧν μάχεσθε.
当在阿格西劳斯的命令下,战利品拍卖官将俘虏剥光衣服进行拍卖时,买他们衣服的人很多,但当看到他们因常居室内而全然白皙娇嫩的裸体时,众人纷纷嘲笑他们毫无用处、一文不值。阿格西劳斯站在一旁,“这些,”他说,“便是你们与之交战的人,而那些,则是你们为之战斗的财物。”
- 9.1ὡς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνίδας ἀφήσοντος αὐτονόμους βασιλέως
由 ὡς 引出的属格绝对结构,主语为 βασιλέως,谓语分词为将来时分词 ἀφήσοντος。ὡς 与将来时分词连用,表示主观动机或表面借口(“声称大王将把……让予他”)。
- 9.2καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν ... αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγουμένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς Ἕλληνας
由 δεινὸν ἡγεῖτο 支配的两个互相对比的“宾格加不定式”结构(τοὺς μὲν ... ἥκειν 与 μηδὲν ἔργον ... φανῆναι)。在后半句中,αὐτοῦ ... ἄρχοντος 是带有让步意味的属格绝对结构(“当他统治着……”),其后的 ἡγουμένων γῆς καὶ θαλάσσης 则是修饰 Λακεδαιμονίων 的定语分词。
- 9.4καὶ γὰρ τὸν Ἀγαμέμνονα ποιῆσαι καλῶς
由表原因的 καὶ γάρ 引导的“宾格加不定式”结构(τὸν Ἀγαμέμνονα ποιῆσαι)。它作为间接引语的不定式,表达公认的看法或阿格西劳斯的权衡(“人们认为阿伽门农也做得很好”),典出《伊利亚特》第23卷关于阿伽门农收下良马免除厄刻波罗斯兵役的典故。
- 9.5τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας γυμνουμένων κατεγέλων
动词 κατεγέλων(嘲弄)支配属格宾语 τῶν σωμάτων(肉体)。分词 γυμνουμένων 与 τῶν σωμάτων 一致,λευκῶν καὶ ἁπαλῶν 为其表语性形容词(“肉体被剥裸示众,全都是白皙柔嫩的”),与前面的 τῆς μὲν ἐσθῆτος 形成对比。
