← 普鲁塔克

阿格西劳斯传

§8.1-8.4

吕珊德受辱被调及颠覆王权的谋划

阿格西劳斯任命吕珊德为分肉官以挫其锋芒,受辱的吕珊德被调往赫勒斯滂后暗中谋划推翻斯巴达王权;作者借此评述两人因争强好胜的野心而皆未能保持适度克制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ὡς οὖν ταῦτα πράττειν καὶ λέγειν ἐδόκει φθόνον ἐκείνῳ μηχανώμενος,1 ἔτι μᾶλλον αὐτοῦ καθάψασθαι βουλόμενος Ἀγησίλαος ἀπέδειξε κρεοδαίτην καὶ προσεῖπεν, ὡς λέγεται, πολλῶν ἀκουόντων νῦν οὖν θεραπευέτωσαν οὗτοι ἀπιόντες τὸν ἐμὸν κρεοδαίτην.

因此,当吕珊德的这番言行被看作是企图为阿格西劳斯招致嫉恨时,阿格西劳斯为了更进一步挫折他的锐气,便任命他为分肉官,并且据传说,在众人倾听之下大声说道: “现在,就让这些人退下去,去奉迎我的分肉官吧。”

§8.2

ἀχθόμενος οὖν ὁ Λύσανδρος λέγει πρὸς αὐτόν· ἤιδεις ἄρα σαφῶς, Ἀγησίλαε, φίλους ἐλαττοῦν. νὴ Δίʼ, ἔφη, τοὺς ἐμοῦ μεῖζον δύνασθαι βουλομένους. καὶ ὁ Λύσανδρος, ἀλλʼ ἴσως, ἔφη, ταῦτα σοὶ λέλεκται βέλτιον ἢ ἐμοὶ πέπρακται.2 δὸς δέ μοι τινὰ τάξιν καὶ χώραν ἔνθα μὴ λυπῶν ἔσομαί σοι χρήσιμος.

吕珊德深感屈辱,便对他说: “阿格西劳斯啊,你确实精通削弱朋友势力的门道。” “凭宙斯起誓,正是如此,”他说,“对于那些企图比我更有权势的人而言。” 吕珊德接着说: “不过也许,”他说,“你说得比我做得更有理。但是请派给我一个职务和地方,在那里我既不让你烦扰,又能对你有用。”

§8.3

ἐκ τούτου πέμπεται μὲν ἐφʼ Ἑλλήσποντον, καὶ Σπιθριδάτην, ἄνδρα Πέρσην, ἀπὸ τῆς Φαρναβάζου χώρας μετὰ χρημάτων συχνῶν καὶ διακοσίων ἱππέων ἤγαγε πρὸς τὸν Ἀγησίλαον, οὐκ ἔληγε δὲ τῆς ὀργῆς, ἀλλὰ βαρέως φέρων ἤδη τὸν λοιπὸν χρόνον ἐβούλευεν ὅπως τῶν δυεῖν οἴκων τὴν βασιλείαν ἀφελόμενος εἰς μέσον ἅπασιν ἀποδοίη Σπαρτιάταις, καὶ ἐδόκει μεγάλην ἂν ἀπεργάσασθαι κίνησιν ἐκ ταύτης τῆς διαφορᾶς, εἰ μὴ πρότερον ἐτελεύτησεν εἰς Βοιωτίαν στρατεύσας.

此后,他被派往赫勒斯滂;他从法纳巴佐斯的领地将波斯人斯皮特里达特斯带到了阿格西劳斯那里,随行的还有大批金钱与两百名骑兵。但他并没有消解怒气,而是在极度愤恨中,在此后的余生中一直在策划如何从两个王室手中夺取王权,并将其交给全体斯巴达人共有;而且人们认为,若不是他出征维奥蒂亚先死了,他本会因这场嫌隙掀起一场大动乱。

§8.4

οὕτως αἱ φιλότιμοι φύσεις ἐν ταῖς πολιτείαις, τὸ ἄγαν μὴ φυλαξάμεναι, τοῦ ἀγαθοῦ μεῖζον τὸ κακὸν ἔχουσι. καὶ γὰρ εἰ Λύσανδρος ἦν φορτικός, ὥσπερ ἦν, ὑπερβάλλων τῇ φιλοτιμίᾳ τὸν καιρόν, οὐκ ἠγνόει δήπουθεν Ἀγησίλαος ἑτέραν ἀμεμπτοτέραν ἐπανόρθωσιν οὖσαν ἀνδρὸς ἐνδόξου καὶ φιλοτίμου πλημμελοῦντος, ἀλλʼ ἔοικε ταὐτῷ πάθει μήτε ἐκεῖνος ἄρχοντος ἐξουσίαν γνῶναι μήτε οὗτος ἄγνοιαν ἐνεγκεῖν συνήθους.3

因此,城邦中那些热中于名誉的秉性,若不防范过激,所带来的祸患往往大于福祉。因为即便吕珊德惹人生厌——事实确也如此——因其野心而越出了分寸,阿格西劳斯也绝不可能不知道,当一位有名望且好名的男子犯下过失时,本有另外一种更无可指摘的匡正之道;然而似乎正是出于同样的争胜之情,前者未能体认统治者的权威,而后者亦无法容忍密友的不逊。

语法注3 条
  1. 8.1φθόνον ἐκείνῳ μηχανώμενος

    ἐκείνῳ 是指代阿格西劳斯的与格。这表明吕珊德在上一节中劝告朋友转而去逢迎国王的举动,被阿格西劳斯方面视为一种恶意的谋略,意在暴露国王的猜忌与狭隘,从而为阿格西劳斯招致反感与怨恨(φθόνος)。

  2. 8.2ταῦτα σοὶ λέλεκται βέλτιον ἢ ἐμοὶ πέπρακται

    代词 σοί 与 ἐμοί 均为伴随完成时被动态动词(λέλεκται, πέπρακται)的动作主体与格。字面意思为“这些话由你说出来,比由我做出来更好”,意即承认阿格西劳斯的口头反驳比吕珊德自己的所作所为更占理或更得体。

  3. 8.4ταὐτῷ πάθει μήτε ἐκεῖνος ἄρχοντος ἐξουσίαν γνῶναι μήτε οὗτος ἄγνοιαν ἐνεγκεῖν συνήθους

    此处由人称结构的动词 ἔοικε 连接两个并列的“主格加不定式”结构(μήτε ἐκεῖνος ... γνῶναι 与 μήτε οὗτος ... ἐνεγκεῖν);ταὐτῷ πάθει 为原因与格(“由于同样的激情/争胜之心”)。指示代词中,ἐκεῖνος 指代上文距离较远的吕珊德,而 οὗτος 指代前句主语阿格西劳斯。此外,ἄγνοια 在此并非单纯的“无知”,而是指“不知轻重、无礼失敬”,συνήθους 则是其主格性属格(“密友的失礼”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:8.1-8.4