← 普鲁塔克

阿格西劳斯传

§10.1-10.6

萨狄斯战役的胜利与兼掌水陆军指挥权

阿格西劳斯如期进军吕底亚并在萨狄斯附近击溃波斯军,导致提萨斐尼被处死;随后他获得了兼掌水陆军的最高指挥权,却因任人唯亲任命内弟佩桑德罗斯为海军统帅而犯下失误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

καιροῦ δὲ ὄντος αὖθις ἐμβαλεῖν εἰς τὴν πολεμίαν προεῖπεν εἰς Λυδίαν ἀπάξειν, οὐκέτι ψευδόμενος ἐνταῦθα τὸν Τισαφέρνην· ἀλλʼ ἐκεῖνος ἑαυτὸν ἐξηπάτησε, διὰ τὴν ἔμπροσθεν ἀπάτην ἀπιστῶν τῷ Ἀγησιλάῳ, καὶ νῦν γοῦν αὐτὸν ἅψεσθαι τῆς Καρίας νομίζων οὔσης δυσίππου πολὺ τῷ ἱππικῷ λειπόμενον.1

当再次侵入敌境的良机到来时,阿格西劳斯宣称要进军吕底亚,这一次他没有欺骗提萨斐尼。然而后者却欺骗了自己:由于先前的受骗,他不信任阿格西劳斯,认为阿格西劳斯在骑兵上远处于劣势,这次必定会进攻不利于骑兵作战的卡里亚。

§10.2

ἐπεὶ δέ, ὡς προεῖπεν, ὁ Ἀγησίλαος ἧκεν εἰς τὸ περὶ Σάρδεις πεδίον, ἠναγκάζετο κατὰ σπουδὴν ἐκεῖθεν αὖ βοηθεῖν ὁ Τισαφέρνης· καὶ τῇ ἵππῳ διεξελαύνων διέφθειρε πολλοὺς τῶν ἀτάκτως τὸ πεδίον πορθούντων. ἐννοήσας οὖν ὁ Ἀγησίλαος ὅτι τοῖς πολεμίοις οὔπω πάρεστι τὸ πεζόν, αὐτῷ δὲ τῆς δυνάμεως οὐδὲν ἄπεστιν, ἔσπευσε διαγωνίσασθαι.

然而,正如阿格西劳斯所预告的那样,他来到了萨狄斯周围的平原,提萨斐尼不得不匆忙从卡里亚回兵救援;他率领骑兵突进,杀死了许多在平原上散乱劫掠的人。阿格西劳斯察觉到敌人的步兵尚未赶到,而自己的军力毫无缺损,便急于决战。

§10.3

καὶ τοῖς μὲν ἱππεῦσιν ἀναμίξας τὸ πελταστικόν, ἐλαύνειν ἐκέλευσεν ὡς τάχιστα καὶ προσβάλλειν τοῖς ἐναντίοις, αὐτὸς δὲ εὐθὺς τοὺς ὁπλίτας ἐπῆγε, γενομένης δὲ τροπῆς τῶν βαρβάρων ἐπακολουθήσαντες οἱ Ἕλληνες ἔλαβον τὸ στρατόπεδον καὶ πολλοὺς ἀνεῖλον. ἐκ ταύτης τῆς μάχης οὐ μόνον ὑπῆρξεν αὐτοῖς ἄγειν καὶ φέρειν ἀδεῶς τὴν βασιλέως χώραν, ἀλλὰ καὶ δίκην ἐπιδεῖν Τισαφέρνην διδόντα, μοχθηρὸν ἄνδρα καὶ τῷ γένει τῶν Ἑλλήνων ἀπεχθέστατον.

他将轻盾兵与骑兵编在一起,命令他们全速驰骋冲击敌军,自己则随即率领重装步兵压上。当异族人溃败逃跑时,希腊人穷追不舍,夺取了他们的营寨,斩杀了许多敌军。通过这场战斗,他们不仅能够毫无畏惧地劫掠大王的疆土,而且还目睹了提萨斐尼受到惩罚——这是一个卑劣之人,也是全希腊民族最憎恨的人。

§10.4

ἔπεμψε γὰρ εὐθέως ὁ βασιλεὺς Τιθραύστην ἐπʼ αὐτόν, ὃς ἐκείνου μὲν τὴν κεφαλὴν ἀπέτεμε, τὸν δὲ Ἀγησίλαον ἠξίου διαλυσάμενον ἀποπλεῖν οἴκαδε, καὶ χρήματα διδοὺς αὐτῷ προσέπεμψεν. ὁ δὲ τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, αὐτὸς δὲ πλουτίζων τοὺς στρατιώτας ἥδεσθαι μᾶλλον ἢ πλουτῶν αὐτός·2 καὶ ἄλλως γε μέντοι νομίζειν Ἕλληνας καλὸν οὐ δῶρα λαμβάνειν, ἀλλὰ λάφυρα παρὰ τῶν πολεμίων.

因为大王立即派遣提特劳斯特斯前去对付他;提特劳斯特斯砍下了提萨斐尼的头颅,并要求阿格西劳斯议和乘船回国,并派人向他提供金钱。阿格西劳斯回答说,和约的决定权属于城邦,而他自己宁愿让士兵致富,也不愿自己致富;此外,希腊人认为从敌人那里不是接受礼物而是夺取战利品才算荣耀。

§10.5

ὅμως δὲ τῷ Τιθραύστῃ χαρίζεσθαι βουλόμενος, ὅτι τὸν κοινὸν ἐχθρὸν Ἑλλήνων ἐτετιμώρητο Τισαφέρνην, ἀπήγαγεν εἰς Φρυγίαν τὸ στράτευμα, λαβὼν ἐφόδιον παρʼ αὐτοῦ τριάκοντα τάλαντα. καὶ καθʼ ὁδὸν ὢν σκυτάλην δέχεται παρὰ τῶν οἴκοι τελῶν κελεύουσαν αὐτὸν ἄρχειν ἅμα καὶ τοῦ ναυτικοῦ, τοῦτο μόνῳ πάντων ὑπῆρξεν Ἀγησιλάῳ. καὶ μέγιστος μὲν ἦν ὁμολογουμένως καὶ τῶν τότε ζώντων ἐπιφανέστατος, ὡς εἴρηκέ που καὶ Θεόπομπος, ἑαυτῷ γε μὴν ἐδίδου διʼ ἀρετὴν φρονεῖν μεῖζον ἢ διὰ τὴν ἡγεμονίαν.3

尽管如此,为了向惩办了希腊人共同敌人提萨斐尼的提特劳斯特斯表示谢意,他带领军队退往弗里吉亚,并从他那里接受了三十塔兰同作为军费。在途中,他收到本国执政官发来的密信杖,命他同时兼管海军,这种特权在所有人中仅阿格西劳斯一人享有。公认他是当时活着的人中最伟大、最显赫的人物,正如塞奥彭普斯在某处所言,但他却更以自己的美德而非统治权自豪。

§10.6

τότε δὲ τοῦ ναυτικοῦ καταστήσας ἄρχοντα Πείσανδρον ἁμαρτεῖν ἔδοξεν, ὅτι πρεσβυτέρων καὶ φρονιμωτέρων παρόντων οὐ σκεψάμενος τὸ τῆς πατρίδος, ἀλλὰ τὴν οἰκειότητα τιμῶν καὶ τῇ γυναικὶ χαριζόμενος, ἧς ἀδελφὸς ἦν ὁ Πείσανδρος, ἐκείνῳ παρέδωκε τὴν ναυαρχίαν·

然而,当时他任命佩桑德罗斯为海军统帅,似乎犯了一个错误:因为在更有资历和明智的人在场的情况下,他没有考虑国家的利益,而是顾念私亲,为了取悦他的妻子(佩桑德罗斯是她的兄弟),便将海军指挥权交给了他。

语法注3 条
  1. 10.1οὔσης δυσίππου πολὺ τῷ ἱππικῷ λειπόμενον

    短语 οὔσης δυσίππου 为状语分词短语,修饰前面作 ἅψεσθαι 宾语的属格名词 τῆς Καρίας,表原因(“因卡里亚不利于骑兵作战”)。而随后的分词 λειπόμενον 为单数阳性宾格,修饰不定式 ἅψεσθαι 的逻辑主语 αὐτόν(阿格西劳斯),意为“因他在骑兵上处于劣势”。此处将两个主语不同的原因分词(属格分词与宾格分词)并置。

  2. 10.4αὐτὸς δὲ πλουτίζων τοὺς στρατιώτας ἥδεσθαι μᾶλλον ἢ πλουτῶν αὐτός

    在由 ἔφη 引导的间接引语中,不定式 ἥδεσθαι 的逻辑主语与主句主语(阿格西劳斯)同一,因此采用主格 αὐτός。在由 ἢ 连接的比较短语 ἢ πλουτῶν αὐτός 中同样保持主格,强调主语自身的态度对比(“自己宁愿使士兵致富,也不愿自己致富”)。

  3. 10.5ἑαυτῷ γε μὴν ἐδίδου διʼ ἀρετὴν φρονεῖν μεῖζον ἢ διὰ τὴν ἡγεμονίαν

    短语 φρονεῖν μεῖζον 为习语,意为“更加自豪”或“心气更高”。与动词 ἐδίδου 结合,字面意为“他允许自己因美德而非因统治权而更加自豪”,表明他的自豪感主要源自内在美德而非手中大权。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:10.1-10.6