← 普鲁塔克

阿格西劳斯传

§7.1-7.5

以弗所阿格西劳斯与吕珊德的权力之争

在以弗所,吕珊德极高的威望与门客的簇拥盖过了阿格西劳斯,国王遂有意识地阻挠其建言并冷落其亲信,察觉原委的吕珊德便劝友人们转而去侍奉国王。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἐπεὶ δὲ ἧκεν εἰς Ἔφεσον, εὐθὺς ἀξίωμα μέγα καὶ δύναμις ἦν ἐπαχθὴς καὶ βαρεῖα περὶ τὸν Λύσανδρον, ὄχλου φοιτῶντος ἐπὶ τὰς θύρας ἑκάστοτε καὶ πάντων παρακολουθούντων καὶ θεραπευόντων ἐκεῖνον, ὡς ὄνομα μὲν καὶ σχῆμα τῆς στρατηγίας τὸν Ἀγησίλαον ἔχοντα, διὰ τὸν νόμον, ἔργῳ δὲ κύριον ὄντα ἁπάντων καὶ δυνάμενον καὶ πράττοντα πάντα τὸν Λύσανδρον.1

当他抵达以弗所时,吕珊德身边立刻聚集起巨大的声望与令人难以承受的沉重威势;因为人群时刻拥挤在他的门前,所有人都在跟随着他、逢迎着他,仿佛阿格西劳斯依法律虽拥有统帅的虚名与外观,但实际上执掌一切全权、具有实权且操办一切事务的却是吕珊德。

§7.2

οὐδεὶς γὰρ δεινότερος οὐδὲ φοβερώτερος ἐκείνου τῶν εἰς τὴν Ἀσίαν ἀποσταλέντων ἐγένετο στρατηγῶν, οὐδὲ μείζονα τοὺς φίλους ἀνὴρ ἄλλος εὐεργέτησεν οὐδὲ κακὰ τηλικαῦτα τοὺς ἐχθροὺς ἐποίησεν. ὧν ἔτι προσφάτων ὄντων οἱ ἄνθρωποι μνημονεύοντες, ἄλλως δὲ τὸν μὲν Ἀγησίλαον ἀφελῆ καὶ λιτὸν ἐν ταῖς ὁμιλίαις καὶ δημοτικὸν ὁρῶντες, ἐκείνῳ δὲ τὴν αὐτὴν ὁμοίως σφοδρότητα καὶ τραχύτητα καὶ βραχυλογίαν παροῦσαν, ὑπέπιπτον αὐτῷ παντάπασι καὶ μόνῳ προσεῖχον.

因为在被派往亚洲的将领中,没有谁比他更精悍敏锐、更令人畏惧,也没有人曾给朋友施予过如此大的恩惠,或让敌人遭受过如此深重的灾祸。人们对此记忆犹新,况且又见阿格西劳斯在交往中质朴朴素、平易近人,而吕珊德却同样保持着以往的那种激烈、严峻与言简意赅,于是众人彻底向他俯首称臣,只对他一人倾注注意力。

§7.3

ἐκ δὲ τούτου πρῶτον μὲν οἱ λοιποὶ Σπαρτιᾶται χαλεπῶς ἔφερον ὑπηρέται Λυσάνδρου μᾶλλον ἢ σύμβουλοι βασιλέως ὄντες ἔπειτα δʼ αὐτὸς ὁ Ἀγησίλαος, εἰ καὶ μὴ φθονερὸς ἦν μηδὲ ἤχθετο τοῖς τιμωμένοις, ἀλλὰ φιλότιμος ὢν σφόδρα καὶ φιλόνεικος, ἐφοβεῖτο μή, κἂν ἐνέγκωσί τι λαμπρὸν αἱ πράξεις, τοῦτο Λυσάνδρου γένηται διὰ τὴν δόξαν.2 οὕτως οὖν ἐποίει.

由此首先是其余的斯巴达人感到愤愤不平,觉得自己倒像是吕珊德的仆役而非国王的顾问;接着是阿格西劳斯本人,尽管他并非天性嫉妒、亦不怨恨受尊荣之人,但他极好名誉且争强好胜,因而害怕哪怕军事行动取得了辉煌的成就,也会由于名望的缘故而被归功于吕珊德。于是他便采取了如下行动:

§7.4

πρῶτον ἀντέκρουε ταῖς συμβουλίαις αὐτοῦ, καὶ πρὸς ἃς ἐκεῖνος ἐσπουδάκει μάλιστα πράξεις ἐῶν χαίρειν καὶ παραμελῶν, ἕτερα πρὸ ἐκείνων ἔπραττεν ἔπειτα τῶν ἐντυγχανόντων καὶ δεομένων οὓς αἴσθοιτο Λυσάνδρῳ μάλιστα πεποιθότας, ἀπράκτους ἀπέπεμπε· καὶ περὶ τὰς κρίσεις ὁμοίως οἷς ἐκεῖνος ἐπηρεάζοι, τούτους ἔδει πλέον ἔχοντας ἀπελθεῖν, καὶ τοὐναντίον οὓς φανερὸς γένοιτο προθυμούμενος ὠφελεῖν, χαλεπὸν ἦν μὴ καὶ ζημιωθῆναι.3

首先,他反驳吕珊德的建议,凡是吕珊德最为热衷推动之事,他都弃置不顾、置之不理,反而抢先执行其他事项;其次,在求见并提出请托的人当中,凡是他察觉到最倚仗吕珊德的,他一概让他们空手而归;在诉讼裁决上也同样如此,吕珊德意欲整治的人,阿格西劳斯必定让他们胜诉离去,相反,凡是吕珊德明显热心予以相助者,则很难不遭受到惩处。

§7.5

γινομένων δὲ τούτων οὐ κατὰ τύχην, ἀλλʼ οἷον ἐκ παρασκευῆς καὶ ὁμαλῶς, αἰσθόμενος τὴν αἰτίαν ὁ Λύσανδρος οὐκ ἀπεκρύπτετο πρὸς τοὺς φίλους, ἀλλʼ ἔλεγεν ὡς διʼ αὐτὸν ἀτιμάζοιντο, καὶ παρεκάλει θεραπεύειν ἰόντας τὸν βασιλέα καὶ τοὺς μᾶλλον αὐτοῦ δυναμένους.

由于这些事情并非出于偶然,而是宛如预谋且一贯如此发生,吕珊德察觉到了其中的缘由,便对朋友们直言不讳,说他们正是因为自己的缘故才受到冷落轻视,并劝导他们转而去奉迎国王以及那些比他更有权势的人。

语法注3 条
  1. 7.1ὡς ὄνομα μὲν καὶ σχῆμα τῆς στρατηγίας τὸν Ἀγησίλαον ἔχοντα, διὰ τὸν νόμον, ἔργῳ δὲ κύριον ὄντα ἁπάντων καὶ δυνάμενον καὶ πράττοντα πάντα τὸν Λύσανδρον

    由 ὡς 引导的宾格绝对分词结构,用以表达人们主观的认识与判断(“认为……”)。宾格分词 ἔχοντα 的逻辑主语为 τὸν Ἀγησίλαον,而 ὄντα、δυνάμενον 与 πράττοντα 的逻辑主语则为 τὸν Λύσανδρον,构成了 ὄνομα μὲν καὶ σχῆμα(名义与外观)同 ἔργῳ δέ(实际上)之间的鲜明对立。

  2. 7.3μὴ, κἂν ἐνέγκωσί τι λαμπρὸν αἱ πράξεις, τοῦτο Λυσάνδρου γένηται διὰ τὴν δόξαν

    接在表恐惧的动词 ἐφοβεῖτο 之后的 μή 引导的惧怕从句(“唯恐……”)。其中 κἂν 为 καὶ ἐάν 的缩合,引导让步条件从句(“即使行动取得了辉煌的成就”),接虚拟式 ἐνέγκωσι;从句核心谓语 γένηται(不定过去时虚拟式)所支配的属格 Λυσάνδρου 为表所有或归属的表语性属格(“归于吕珊德”)。

  3. 7.4χαλεπὸν ἦν μὴ καὶ ζημιωθῆναι

    由非人称句 χαλεπὸν ἦν 后接带否定词 μή 的不定式 ζημιωθῆναι 构成的句式(“不遭受惩处是很难的”),即通过双重否定表达强烈的肯定,意指他们几乎必定会遭受损失或处分。副词性用的 καί 起到“甚至/确实”的加强语气作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:7.1-7.5