← 普鲁塔克

阿格西劳斯传

§6.1-6.6

阿格西劳斯决意远征亚洲与奥利斯的受阻献祭

面对波斯海军的扩军,阿格西劳斯在吕珊德的策动与支持下被任命为希腊全军统帅出征亚洲。出发前他在奥利斯夜梦神人催促其效仿阿伽门农献祭,但他改以鹿行祭却遭玻俄提亚官员强行破坏,遂心怀不祥之兆扬帆出航。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

τοῦ δὲ Ἀγησιλάου τὴν βασιλείαν νεωστὶ παρειληφότος, ἀπήγγελλόν τινες ἐξ Ἀσίας ἥκοντες ὡς ὁ Περσῶν βασιλεὺς παρασκευάζοιτο1 μεγάλῳ στόλῳ Λακεδαιμονίους ἐκβαλεῖν τῆς θαλάσσης. ὁ δὲ Λύσανδρος ἐπιθυμῶν αὖθις εἰς Ἀσίαν ἀποσταλῆναι καὶ βοηθῆσαι τοῖς φίλοις, οὓς αὐτὸς μὲν ἄρχοντας καὶ κυρίους τῶν πόλεων ἀπέλιπε, κακῶς δὲ χρώμενοι καὶ βιαίως τοῖς πράγμασιν ἐξέπιπτον ὑπὸ τῶν πολιτῶν καὶ ἀπέθνησκον, ἀνέπεισε τὸν Ἀγησίλαον ἐπιθέσθαι τῇ στρατείᾳ καὶ προπολεμῆσαι τῆς Ἑλλάδος, ἀπωτάτω διαβάντα καὶ φθάσαντα2 τὴν τοῦ βαρβάρου παρασκευήν.

在阿格西劳斯即位不久之时,有从亚洲来的人通报说,波斯王正筹备一支庞大的舰队,意图将拉栖代梦人驱逐出大海。吕珊德意欲再次被派往亚洲去相助他的友人们——他曾把他们留作各城邦的统治者与主人,但由于他们处事不端且残暴,正遭到公民们的驱逐与诛杀——便劝说阿格西劳斯承担起远征之责,渡海到尽可能远的地方先发制人,遏止蛮族的筹备,从而为希腊提前出战。

§6.2

ἅμα δὲ τοῖς ἐν Ἀσίᾳ φίλοις ἐπέστελλε πέμπειν εἰς Λακεδαίμονα καὶ στρατηγὸν Ἀγησίλαον αἰτεῖσθαι. παρελθὼν οὖν εἰς τὸ πλῆθος Ἀγησίλαος ἀνεδέξατο τὸν πόλεμον, εἰ δοῖεν αὐτῷ τριάκοντα μὲν ἡγεμόνας καὶ συμβούλους Σπαρτιάτας, νεοδαμώδεις δὲ λογάδας δισχιλίους, τὴν δὲ συμμαχικὴν εἰς ἑξακισχιλίους δύναμιν.

与此同时,吕珊德致信他在亚洲的友人们,让他们派使者前往拉栖代梦,请求任命阿格西劳斯为统帅。于是阿格西劳斯来到民众大会前,表示若能分配给他三十位斯巴达人作为指挥官和顾问、两千名精选的新公民(涅奥达摩德斯),以及最多六千名盟军部队,他就承担这场战争。

§6.3

συμπράττοντος δὲ τοῦ Λυσάνδρου πάντα προθύμως ἐψηφίσαντο, καὶ τὸν Ἀγησίλαον ἐξέπεμπον εὐθὺς ἔχοντα τοὺς τριάκοντα Σπαρτιάτας, ὧν ὁ Λύσανδρος ἦν πρῶτος, οὐ διὰ τὴν ἑαυτοῦ δόξαν καὶ δύναμιν μόνον, ἀλλὰ καὶ διὰ τὴν Ἀγησιλάου φιλίαν, ᾧ μεῖζον ἐδόκει τῆς βασιλείας ἀγαθὸν διαπεπρᾶχθαι τὴν στρατηγίαν ἐκείνην.

由于吕珊德的大力协助,众人热切地通过了所有的表决,并立即派遣阿格西劳斯出发,由那三十名斯巴达人随从,其中以吕珊德为首——这不仅是因为吕珊德自身的名望与权势,也是因为他与阿格西劳斯的友谊,而阿格西劳斯认为吕珊德为他谋得统帅权乃是比王位更大的恩德。

§6.4

ἀθροιζομένης δὲ τῆς δυνάμεως εἰς Γεραιστόν, αὐτὸς εἰς Αὐλίδα κατελθὼν μετὰ τῶν φίλων καὶ νυκτερεύσας ἔδοξε κατὰ τοὺς ὕπνους εἰπεῖν τινα πρὸς αὐτόν· ὦ βασιλεῦ Λακεδαιμονίων, ὅτι μὲν οὐδεὶς τῆς Ἑλλάδος ὁμοῦ συμπάσης ἀπεδείχθη στρατηγὸς ἢ πρότερον Ἀγαμέμνων καὶ σὺ νῦν μετʼ ἐκεῖνον, ἐννοεῖς δήπουθεν ἐπεὶ δὲ τῶν μὲν αὐτῶν ἄρχεις ἐκείνῳ,3 τοῖς δὲ αὐτοῖς πολεμεῖς, ἀπὸ δὲ τῶν αὐτῶν τόπων ὁρμᾷς ἐπὶ τὸν πόλεμον, εἰκός ἐστι καὶ θῦσαί σε τῇ θεῷ θυσίαν ἣν ἐκεῖνος ἐνταῦθα θύσας ἐξέπλευσεν.

当军队在格莱斯托斯集结时,阿格西劳斯本人与友人们来到了奥利斯,并在那里过夜;在睡梦中,他仿佛听见有人对他说: “拉栖代梦的王啊,除从前的阿伽门农与在他之后的你之外,未曾有人受命统领全希腊的大军,想必你也是清楚的;既然你统治着与他所统相同的人群,征讨着与他所讨相同的敌人,并从相同的地方出发奔赴战场,那么你向女神献上他在此处献祭而后扬帆起航的同一种祭品,也就是合宜的了。”

§6.5

ἅμα δέ πως ὑπῆλθε τὸν Ἀγησίλαον ὁ τῆς κόρης σφαγιασμός, ἣν ὁ πατὴρ ἔσφαξε πεισθεὶς τοῖς μάντεσιν. οὐ μὴν διετάραξεν αὐτόν, ἀλλʼ ἀναστὰς καὶ διηγησάμενος τοῖς φίλοις τὰ φανέντα τὴν μὲν θεὸν ἔφη τιμήσειν οἷς εἰκός ἐστι χαίρειν θεὸν οὖσαν, οὐ μιμήσεσθαι δὲ τὴν ἀπάθειαν τοῦ τότε στρατηγοῦ, καὶ καταστέψας ἔλαφον ἐκέλευσεν ἀπάρξασθαι τὸν ἑαυτοῦ μάντιν, οὐχ ὥσπερ εἰώθει τοῦτο ποιεῖν ὁ ὑπὸ τῶν Βοιωτῶν τεταγμένος.

阿格西劳斯心头随即浮现出当年那位少女被其父听从预言家之言而杀戮的景象。然而他并未惊慌失措,而是起身将所见之景告知友人们,说自己将用女神理应喜悦之物来尊奉神祇,绝不会效仿当年那位统帅的冷酷无情。于是他给一头鹿戴上花环,命令自己的预言家行祭献之礼,而没有依照惯例让玻俄提亚人所委派的祭司来进行。

§6.6

ἀκούσαντες οὖν οἱ βοιωτάρχαι πρὸς ὀργὴν κινηθέντες ἔπεμψαν ὑπηρέτας, ἀπαγορεύοντες τῷ Ἀγησιλάῳ μὴ θύειν4 παρὰ τοὺς νόμους καὶ τὰ πάτρια Βοιωτῶν, οἱ δὲ καὶ ταῦτα ἀπήγγειλαν καὶ τὰ μηρία διέρριψαν ἀπὸ τοῦ βωμοῦ, χαλεπῶς οὖν ἔχων ὁ Ἀγησίλαος ἀπέπλει, τοῖς τε Θηβαίοις διωργισμένος καὶ γεγονὼς δύσελπις διὰ τὸν οἰωνόν, ὡς ἀτελῶν αὐτῷ τῶν πράξεων γενησομένων καὶ τῆς στρατείας ἐπὶ τὸ προσῆκον οὐκ ἀφιξομένης.

玻俄提亚长官们闻讯勃然大怒,派出差役,严禁阿格西劳斯违反玻俄提亚人的法律和祖制进行献祭;差役们不仅宣布了这一禁令,更将祭坛上的腿肉抛掷散落。因此,阿格西劳斯带着沉重怨忿的心情扬帆而去;他一方面对忒拜人格外愤怒,另一方面也因这不祥之兆而心灰意冷,深感自己的事业将无法完成,此次远征亦将不能达到应有的目的。

语法注4 条
  1. 6.1ὡς ὁ Περσῶν βασιλεὺς παρασκευάζοιτο

    间接引语中的斜格祈愿语气。因主句动词为过去时态(ἀπήγγελλόν),从属节在直接引语中的现在时直陈式(παρασκευάζεται)转变为祈愿式。

  2. 6.1ἀπωτάτω διαβάντα καὶ φθάσαντα

    宾格分词 διαβάντα 与 φθάσαντα 在格上与主句动词 ἀνέπεισε 的宾语 τὸν Ἀγησίλαον 一致,同时充当不定式 ἐπιθέσθαι 与 προπολεμῆσαι 的逻辑主语。

  3. 6.4τῶν μὲν αὐτῶν ἄρχεις ἐκείνῳ

    与格代词 ἐκείνῳ 作伴随/比较与格,依附于 ὁ αὐτός(“与他统治着相同的人”)。属格 τῶν αὐτῶν 则由表示统治的动词 ἄρχεις 支配。

  4. 6.6ἀπαγορεύοντες τῷ Ἀγησιλάῳ μὴ θύειν

    在表示禁止或阻碍的动词(ἀπαγορεύω)后接不定式结构,虚词 μή 属于赘用否定词(并非双重否定,而是强调禁止之内涵)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:6.1-6.6