← 普鲁塔克

阿格西劳斯传

§5.1-5.4

阿格西劳斯结党营私与监察官的罚金

阿格西劳斯对敌人公正却纵容协助朋友的不义以拉拢人心,因而受到监察官的罚金惩处;作者由此论及城邦中竞争与协和关系的哲学及荷马诗篇的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἐν δὲ ταῖς πρὸς τοὺς ἄλλους πολίτας ὁμιλίαις ἐχθρὸς ἦν ἀμεμπτότερος ἢ φίλος, τοὺς μὲν γὰρ ἐχθροὺς ἀδίκως οὐκ ἔβλαπτε, τοῖς δὲ φίλοις καὶ τὰ μὴ δίκαια συνέπραττε. καὶ τοὺς μὲν ἐχθροὺς ᾐσχύνετο μὴ τιμᾶν κατορθοῦντας, τοὺς δὲ φίλους οὐκ ἐδύνατο ψέγειν ἁμαρτάνοντας, ἀλλὰ καὶ βοηθῶν ἠγάλλετο καὶ συνεξαμαρτάνων αὐτοῖς· οὐδὲν γὰρ ᾤετο τῶν φιλικῶν ὑπουργημάτων αἰσχρὸν εἶναι.

然而在与其余公民的交往中,他作为一个敌人比作为一个朋友更无可挑剔;因为他不会不义地加害敌人,却连不义之事也会协助朋友去行。此外,当敌人立下功业时,他不予称赞便觉羞愧;但当朋友犯过失时,他却无法加以指责,反而以相助乃至与他们一同犯过为乐;因为他认为出于友谊的效劳无一可耻。

§5.2

τοῖς δʼ αὖ διαφόροις πταίσασι πρῶτος συναχθόμενος καὶ δεηθεῖσι συμπράττων προθύμως ἐδημαγώγει καὶ προσήγετο πάντας. ὁρῶντες οὖν οἱ ἔφοροι ταῦτα καὶ φοβούμενοι τὴν δύναμιν ἐζημίωσαν αὐτόν, αἰτίαν ὑπειπόντες ὅτι τοὺς κοινοὺς πολίτας ἰδίους κτᾶται.

再者,每当政敌遭受挫折,他总是第一个表示同情,并热心协助那些向他求援的人,以此笼络人心,将所有人招揽到自己一边。因此,监察官们看在眼里,畏惧他的权势,遂以他将公共公民变为私家随从为罪名,对他处以罚金。

§5.3

καθάπερ γὰρ οἱ φυσικοὶ τὸ νεῖκος οἴονταί καὶ τὴν ἔριν, εἰ τῶν ὅλων ἐξαιρεθείη, στῆναι μὲν ἂν τὰ οὐράνια, παύσασθαι δὲ πάντων τὴν γένεσιν καὶ κίνησιν ὑπὸ τῆς πρὸς πάντα πάντων ἁρμονίας, οὕτως ἔοικεν ὁ Λακωνικὸς νομοθέτης ὑπέκκαυμα τῆς ἀρετῆς ἐμβαλεῖν εἰς τὴν πολιτείαν τὸ φιλότιμον καὶ φιλόνεικον, ἀεί τινα τοῖς ἀγαθοῖς διαφορὰν καὶ ἅμιλλαν εἶναι πρὸς ἀλλήλους βουλόμενος, τὴν δὲ ἀνθυπείκουσαν τῷ ἀνελέγκτῳ χάριν ἀργὴν καὶ ἀναγώνιστον οὖσαν οὐκ ὀρθῶς ὁμόνοιαν λέγεσθαι.1

因为正如自然哲学家们认为,若从宇宙万物中抽去冲突与争执,由于万事万物全然和谐,天体就会静止,万物的生成与运动也将停息;同样,拉栖代梦的立法者似乎也将求荣好胜之心作为美德的燃料投掷于城邦之中,希望在贤人之间始终保有某种对抗与竞争,并认为那种只求免受责难而一味互让的善意乃是怠惰且缺乏竞争的,不能正当地被称为协和。

§5.4

τοῦτο δὲ ἀμέλει συνεωρακέναι καὶ τὸν Ὅμηρον οἴονταί τινες· οὐ γὰρ ἂν τὸν Ἀγαμέμνονα ποιῆσαι χαίροντα τοῦ Ὀδυσσέως καὶ τοῦ Ἀχιλλέως εἰς λοιδορίαν προαχθέντων ἐκπάγλοις ἐπέεσσιν, εἰ μὴ μέγα τοῖς κοινοῖς ἀγαθὸν ἐνόμιζεν εἶναι2 τὸν πρὸς ἀλλήλους ζῆλον καὶ τὴν διαφορὰν τῶν ἀρίστων, ταῦτα μὲν οὖν οὐκ ἂν οὕτως τις ἁπλῶς συγχωρήσειεν αἱ γὰρ ὑπερβολαὶ τῶν φιλονεικιῶν χαλεπαὶ ταῖς πόλεσι καὶ μεγάλους κινδύνους ἔχουσι.

事实上,有人认为荷马亦早已洞察此理;因为若非认为杰出之士相互之间的竞争与对抗对公益乃是一大益处,荷马便绝不会描写当奥德修斯与阿喀琉斯以极其猛烈之辞 彼此恶语相向时,阿伽门农竟会满心欢喜。不过,人们或许不能毫无保留地赞同这一观点,因为过度好争对城邦乃是有害的,并会带来巨大的危险。

语法注2 条
  1. 5.3τὴν δὲ ἀνθυπείκουσαν τῷ ἀνελέγκτῳ χάριν ἀργὴν καὶ ἀναγώνιστον οὖσαν οὐκ ὀρθῶς ὁμόνοιαν λέγεσθαι

    在句法上,该不定词从句由 ἔοικεν 所管辖的间接引语延续而来(与 ἐμβαλεῖν 并列),或者承接 βουλόμενος 而隐含一个表示思考的动词分词。τὴν ... χάριν 作被动不定词 λέγεσθαι 的宾格主语,ὁμόνοιαν 作谓语宾格,ἀργὴν καὶ ἀναγώνιστον οὖσαν 作补充说明的状语成分。中性名词化词组 τῷ ἀνελέγκτῳ 意为“免受诘问/责备”,指为了不被相互问责而互相妥协让步的善意。

  2. 5.4οὐ γὰρ ἂν τὸν Ἀγαμέμνονα ποιῆσαι χαίροντα ... εἰ μὴ μέγα τοῖς κοινοῖς ἀγαθὸν ἐνόμιζεν εἶναι

    此处是在 οἴονται 所引导的间接引语中表达对过去的非真实条件句(反事实虚拟)。在直接引语中本为“不定过去时直陈语气+ἄν”(οὐκ ἂν ἐποίησεν)的主句,在间接引语中转为“不定词+ἄν”(ἂν ποιῆσαι);而条件从句则保持未完成过去时直陈语气(εἰ μὴ ... ἐνόμιζεν),表示在过去持续持有的假设性想法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:5.1-5.4