- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:4.1-4.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
确立王位并继承财产后,阿格西劳斯通过与贫困亲戚分享遗产赢得民心,并一反前王常态而顺从监察官与长老会,从而暗中扩大了自己的权力。
οὕτω δὲ καὶ διὰ ταῦτα βασιλεὺς ἀποδειχθεὶς ὁ Ἀγησίλαος εὐθὺς εἶχε καὶ τὰ χρήματα τοῦ Ἄγιδος, ὡς νόθον ἀπελάσας τὸν Λεωτυχίδην. ὁρῶν δέ τοὺς ἀπὸ μητρὸς οἰκείους ἐπιεικεῖς μὲν ὄντας, ἰσχυρῶς δέ πενομένους, ἀπένειμεν αὐτοῖς τὰ ἡμίσεα τῶν χρημάτων, εὔνοιαν ἑαυτῷ καὶ δόξαν ἀντὶ φθόνου καὶ δυσμενείας ἐπὶ τῇ κληρονομίᾳ κατασκευαζόμενος. ὃ δέ φησιν ὁ Ξενοφῶν, ὅτι πάντα τῇ πατρίδι πειθόμενος ἴσχυε πλεῖστον, ὥστε ποιεῖν ὃ βούλοιτο, τοιοῦτόν ἐστι.
阿格西劳斯因此及出于这些缘故被确立为王,并随即也获得了阿吉斯的财产,因为他把莱奥提基德斯作为私生子排斥在外。但他看到母方的亲戚们为人忠厚却极其贫困,便将财产的一半分给了他们,借此在继承遗产之事上为自己赢得了善意与名望,而非嫉妒与敌意。至于色诺芬所说的,阿格西劳斯因在一切事上顺从祖国而拥有了极大的权能,以至于能为所欲为,其情形乃是如此。
τῶν ἐφόρων ἦν τότε καὶ τῶν γερόντων τὸ μέγιστον ἐν τῇ πολιτείᾳ κράτος, ὧν οἱ μὲν ἐνιαυτὸν ἄρχουσι μόνον, οἱ δὲ γέροντες διὰ βίου ταύτην ἔχουσι τὴν τιμήν, ἐπὶ τῷ μὴ πάντα τοῖς βασιλεῦσιν ἐξεῖναι1 συνταχθέντες, ὡς ἐν τοῖς περὶ Λυκούργου γέγραπται· διὸ καὶ πατρικήν τινα πρὸς αὐτοὺς ἀπὸ τοῦ παλαιοῦ διετέλουν εὐθὺς οἱ βασιλεῖς φιλονεικίαν καὶ διαφορὰν παραλαμβάνοντες.
当时在城邦中掌握最大权势的是监察官与长老们,其中监察官仅任职一年,而长老们则终身保有此等尊荣;正如在《吕库古传》中所记载的那样,设立他们是为了不让国王们享有为所欲为的特权。因此,历代国王从古以来便一即位就从先祖那里继承了对他们的一种竞争之心与不和。
ὁ δὲ Ἀγησίλαος ἐπὶ τὴν ἐναντίαν ὁδὸν ἦλθε, καὶ τὸ πολεμεῖν καὶ τὸ προσκρούειν αὐτοῖς ἐάσας ἐθεράπευε, πάσης μὲν ἀπʼ ἐκείνων πράξεως ἀρχόμενος, εἰ δὲ κληθείη, θᾶττον ἢ βάδην2 ἐπειγόμενος, ὁσάκις δὲ τύχοι καθήμενος ἐν τῷ βασιλικῷ θώκῳ καὶ χρηματίζων, ἐπιοῦσι τοῖς ἐφόροις ὑπεξανίστατο, τῶν δʼ εἰς τὴν γερουσίαν ἀεὶ καταταττομένων ἑκάστῳ χλαῖναν ἔπεμπε καὶ βοῦν ἀριστεῖον.
然而阿格西劳斯却反其道而行之:他放弃了与他们对抗和冲突,反而极力笼络他们,每有行动必先征询于他们;若蒙传召,他快步疾趋而不施施而行;每当他正坐在王座上处理政务时,若监察官走近,他必起立致敬;对于每次新入选长老会的人,他都会送上一件斗篷和一头牛作为褒奖。
ἐκ δὲ τούτων τιμᾶν δοκῶν καὶ μεγαλύνειν τὸ ἀξίωμα τῆς ἐκείνων ἀρχῆς, ἐλάνθανεν αὔξων3 τὴν ἑαυτοῦ δύναμιν καὶ τῇ βασιλείᾳ προστιθέμενος μέγεθος ἐκ τῆς πρὸς αὐτὸν εὐνοίας συγχωρούμενον.
由此,他表面上似乎是在尊崇并抬高他们职位的权威,实际上却在暗中壮大自己的力量,凭借他们对自己的好意,为王权增添了众人心甘情愿让与的威严。
- 4.2ἐπὶ τῷ μὴ πάντα τοῖς βασιλεῦσιν ἐξεῖναι
介词 ἐπί 加上带中性单数与格定冠词 τῷ 的不定式短语,在此表示目的或设立之意图(“为了不让国王们拥有做一切事的特权”),修饰其后的分词 συνταχθέντες。
- 4.3θᾶττον ἢ βάδην
由比较级副词 θᾶττον、连词 ἤ 以及副词 βάδην(步行、慢步)组成的习惯表达,字面意为“比步行更快”,即“小跑着”“疾趋”。
- 4.4ἐλάνθανεν αὔξων
动词 λανθάνω 与现在分词 αὔξων 构成的补充补足结构,意为“不知不觉地做……”或“暗中做……”。表明阿格西劳斯在表面谦恭侍奉的同时,暗自壮大了自己的权能而不为人察觉。
