- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:3.1-3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿吉斯王去世后,针对涉嫌阿尔基比亚德私通所生的莱奥提基德斯,吕珊德推举阿格西劳斯继承王位,并就警告“跛脚王权”的神谕展开了关于王权合法性的争辩。
βασιλεύοντος δὲ Ἄγιδος ἧκεν Ἀλκιβιάδης ἐκ Σικελίας φυγὰς εἰς Λακεδαίμονα· καὶ χρόνον οὔπω πολὺν ἐν τῇ πόλει διάγων, αἰτίαν ἔσχε τῇ γυναικὶ τοῦ βασιλέως, Τιμαίᾳ, συνεῖναι.1 καὶ τὸ γεννηθὲν ἐξ αὐτῆς παιδάριον οὐκ ἔφη γινώσκειν ὁ Ἆγις, ἀλλʼ ἐξ Ἀλκιβιάδου γεγονέναι. τοῦτο δὲ οὐ πάνυ δυσκόλως τὴν Τιμαίαν ἐνεγκεῖν φησι Δοῦρις, ἀλλὰ καὶ ψιθυρίζουσαν οἴκοι πρὸς τὰς εἱλωτίδας Ἀλκιβιάδην τὸ παιδίον, οὐ Λεωτυχίδην, καλεῖν· καὶ μέντοι καὶ τὸν Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν τῇ Τιμαίᾳ φάναι πλησιάζειν,2 ἀλλὰ φιλοτιμούμενον βασιλεύεσθαι Σπαρτιάτας ὑπὸ τῶν ἐξ ἑαυτοῦ γεγονότων. διὰ ταῦτα μὲν τῆς Λακεδαίμονος Ἀλκιβιάδης ὑπεξῆλθε, φοβηθεὶς τὸν Ἆγιν ὁ δὲ παῖς τὸν μὲν ἄλλον χρόνον ὕποπτος ἦν τῷ Ἄγιδι, καὶ γνησίου τιμὴν οὐκ εἶχε παρʼ αὐτῷ, νοσοῦντι δὲ προσπεσὼν καὶ δακρύων ἔπεισεν υἱὸν ἀποφῆναι πολλῶν ἐναντίον.
在阿吉斯为王期间,阿尔基比亚德从西西里流亡至拉刻代蒙;他在城中居留未久,便被怀疑与王后蒂迈亚私通。对于她所生下的小男童,阿吉斯坚决不予承认,声称他是阿尔基比亚德所生。杜里斯说,蒂迈亚对此毫不恼怒,反而在家中对黑劳士女仆们低语,叫这孩子为阿尔基比亚德,而不是莱奥提基德斯;而且阿尔基比亚德自己也宣称,他亲近蒂迈亚并非出于侮辱,而是出于野心,希望斯巴达人由他的血脉来统治。因此,阿尔基比亚德因惧怕阿吉斯而悄悄逃离了拉刻代蒙;那个孩子在其余时间里一直受到阿吉斯的怀疑,在他身边得不到嫡子的荣耀,但在阿吉斯病重之时,他扑倒在阿吉斯面前痛哭,劝说他在众人面前宣布自己为儿子。
οὐ μὴν ἀλλὰ τελευτήσαντος τοῦ Ἄγιδος ὁ Λύσανδρος, ἤδη κατανεναυμαχηκὼς Ἀθηναίους καὶ μέγιστον ἐν Σπάρτῃ δυνάμενος, τὸν Ἀγησίλαον ἐπὶ τὴν βασιλείαν προῆγεν, ὡς οὐ προσήκουσαν ὄντι νόθῳ τῷ Λεωτυχίδῃ. πολλοὶ δὲ καὶ τῶν ἄλλων πολιτῶν, διὰ τὴν ἀρετὴν τοῦ Ἀγησιλάου καὶ τὸ συντετράφθαι καὶ μετεσχηκέναι τῆς ἀγωγῆς, ἐφιλοτιμοῦντο καὶ συνέπραττον αὐτῷ προθύμως. ἦν δὲ Διοπείθης ἀνὴρ χρησμολόγος ἐν Σπάρτῃ, μαντειῶν τε παλαιῶν ὑπόπλεως καὶ δοκῶν περὶ τὰ θεῖα σοφὸς εἶναι καὶ περιττός.
然而,阿吉斯死后,已在海战中彻底击败雅典人、在斯巴达拥有最大权势的吕珊德,便推举阿格西劳斯继承王位,理由是身为私生子的莱奥提基德斯本无资格。其他许多公民也因阿格西劳斯的德行,以及他曾与他们一同被抚养成人、共同接受过传统教养(阿戈盖),而热切地予以支持并积极奔走。当时斯巴达有一位名叫迪奥佩泰斯的解签官,他精通古代神谕,在神圣事务上被认为极为博学而出众。
οὗτος οὐκ ἔφη θεμιτὸν εἶναι χωλὸν γενέσθαι τῆς Λακεδαίμονος βασιλέα, καὶ χρησμὸν ἐν τῇ δίκῃ τοιοῦτον ἀνεγίνωσκε· "φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία3 δηρὸν γὰρ νοῦσοί σε κατασχήσουσιν ἄελπτοι φθισιβρότου τʼ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο."
此人声称,让一个跛足之人成为拉刻代蒙的国王是不合天意的,并在辩论中朗读了这样一则神谕: “深思吧,斯巴达,纵然你傲然自夸, 谨防你这步履健全之邦,生出跛脚的王权; 因为长久的意外灾病将笼罩于你, 伴随那吞噬人命的战争翻卷的巨浪。”
πρὸς ταῦτα Λύσανδρος ἔλεγεν ὡς, εἰ πάνυ φοβοῖντο τὸν χρησμὸν οἱ Σπαρτιᾶται, φυλακτέον αὐτοῖς εἴη τὸν Λεωτυχίδην οὐ γὰρ εἰ προσπταίσας τις τὸν πόδα βασιλεύοι, τῷ θεῷ διαφέρειν, ἀλλʼ εἰ μὴ γνήσιος ὢν μηδὲ Ἡρακλείδης, τοῦτο τὴν χωλὴν εἶναι βασιλείαν.4 ὁ δὲ Ἀγησίλαος ἔφη καὶ τὸν Ποσειδῶ καταμαρτυρεῖν τοῦ Λεωτυχίδου τὴν νοθείαν, ἐκβαλόντα σεισμῷ τοῦ θαλάμου τὸν Ἆγιν ἀπʼ ἐκείνου δὲ πλέον ἢ δέκα μηνῶν διελθόντων γενέσθαι τὸν Λεωτυχίδην.
对此,吕珊德表示,如果斯巴达人果真畏惧这则神谕,他们应当防备的反而是莱奥提基德斯;因为在神明看来,若有人跌伤了脚而为王并无大碍,但若非嫡子也非赫拉克勒斯后裔之人统治,这才是“跛脚的王权”。阿格西劳斯也说,波塞冬同样为莱奥提基德斯的私生身份作证,因为波塞冬以地震将阿吉斯赶出了内室,而自那之后过了十多个月,莱奥提基德斯才出生。
- 3.1αἰτίαν ἔσχε τῇ γυναικὶ τὸν βασιλέως, Τιμαίᾳ, συνεῖναι
动词不定式 συνεῖναι 作为同格/解释性成分说明 αἰτίαν ἔσχε(受到……的指控/怀疑)的具体内容。与格 τῇ γυναικί 由动词 σύνειμι(交往、私通)支配。
- 3.2καὶ μέντοι καὶ τὸν Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν τῇ Τιμαίᾳ φάναι πλησιάζειν
承接前文 φησι Δοῦρις(杜里斯说)的嵌套间接引语结构。宾格加不定式 τὸν Ἀλκιβιάδην ... φάναι 构成杜里斯的陈述内容,而 φάναι 进一步支配从属不定式 πλησιάζειν。
- 3.4μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία
由诗歌祈使语气动词 φράζεο(留心、当心)引出的表示预防/警示的 μή 从句。σέθεν 是第二人称代词 σὺ 的史诗/诗歌属格形式(相当于 σοῦ),与形容词 ἀρτίποδος 呼应,作来源或分离属格修饰 βλάστῃ(“唯恐从你这脚步健全之邦生出……”)。
- 3.5ἀλλʼ εἰ μὴ γνήσιος ὢν μηδὲ Ἡρακλείδης, τοῦτο τὴν χωλὴν εἶναι βασιλείαν
间接引语中条件句的结论从句,表现为宾格加不定式结构(τοῦτο ... εἶναι)。τοῦτο 为主语宾格(主语),τὴν χωλὴν βασιλείαν 为述语宾格(表语),意为“如果一个非嫡出亦非赫拉克勒斯后裔之人统治,这才是‘跛脚王权’”。
