- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:38.1-38.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塔科斯逃亡后,门德斯又起新王率大军进逼;内克塔纳比斯猜忌力劝速战的阿格西劳斯,执意退守坚城,阿格西劳斯虽感愤慨亦只得随其入城。
ὁ μέν οὖν Τάχως ἐρημωθεὶς τῶν μισθοφόρων ἔφυγεν, ἐκ δὲ Μένδητος ἕτερος ἐπανίσταται τῷ Νεκτανάβιδι βασιλεὺς ἀναγορευθείς· καὶ συναγαγὼν δέκα μυριάδας ἀνθρώπων ἐπῄει. θαρσύνοντος δὲ τοῦ Νεκτανάβιδος τὸν Ἀγησίλαον, καὶ λέγοντος ὅτι πολλοὶ μέν εἰσιν οἱ πολέμιοι, μιγάδες δὲ Καὶ βάναυσοι Καὶ διʼ ἀπειρίαν εὐκαταφρόνητοι, καὶ μὴν οὐ τὸ πλῆθος αὐτῶν, ὁ Ἀγησίλαος εἶπεν, ἀλλὰ τὴν ἀπειρίαν φοβοῦμαι καὶ τὴν ἀμαθίαν ὡς δυσεξαπάτητον.1 αἱ γὰρ ἀπάται τὸ παράδοξον ἐπάγουσι τοῖς πρὸς ἄμυναν ὑπονοοῦσι Καὶ προσδοκῶσι τρεπομένοις,2 ὁ δὲ μὴ προσδοκῶν μηδὲ ὑπονοῶν μηδὲν οὐ δίδωσι τῷ παραλογιζομένῳ λαβήν, ὥσπερ οὐδὲ τῷ παλαίοντι ῥοπὴν ὁ μὴ κινούμενος. ἐκ τούτου Καὶ ὁ Μενδήσιος ἔπεμπε πειρῶν τὸν Ἀγησίλαον.
于是塔科斯在被雇佣军抛弃后逃亡,而另一人从门德斯被拥立为王,起兵反抗内克塔纳比斯,并集结了十万人马进逼。内克塔纳比斯勉励阿格西劳斯,称敌人虽然众多,却是一群乌合的粗工拙匠,因缺乏经验而不足为惧,“然而,”阿格西劳斯说,“我所惧怕的并非其人数之多,反而是其缺乏经验与无知,因为他们难以受骗。盖计策之所以能造成出其不意的打击,乃是施之于那些心存提防、料敌应变并转入防守之人;而对于既无预料亦无戒心者,施计之人便无从下手,正如不动之人绝不给摔跤手借力借势之机。” 在此之后,那位门德斯人也派人前来拉拢试探阿格西劳斯。
ἔδεισεν οὖν ὁ Νεκτάναβις, Καὶ κελεύοντος αὐτοῦ3 διαμάχεσθαι τὴν ταχίστην Καὶ μὴ χρόνῳ πολεμεῖν πρὸς ἀνθρώπους ἀπείρους ἀγῶνος, πολυχειρίᾳ δὲ περιελθεῖν Καὶ περιταφρεῦσαι Καὶ φθάσαι πολλὰ Καὶ προλαβεῖν δυναμένους, ἔτι μᾶλλον ἐν ὑποψίᾳ Καὶ φόβῳ γενόμενος πρὸς αὐτὸν ἀπεχώρησεν εἰς πόλιν εὐερκῆ Καὶ μέγαν ἔχουσαν περίβολον.
内克塔纳比斯因而惶恐不安;尽管阿格西劳斯催促他尽快决战,切不可与那些不习战阵却能凭借人多势众包围并掘壕围困、占尽先机的人打持久战,他反而对阿格西劳斯越发起疑和恐惧,退避进一座防守坚固且拥有庞大周郭的城池之中。
ὁ δὲ Ἀγησίλαος ἠγανάκτει μέν ἀπιστούμενος Καὶ βαρέως ἔφερεν, αἰσχυνόμενος δὲ Καὶ πάλιν μεταστῆναι πρὸς τὸν ἕτερον Καὶ τελέως ἀπελθεῖν ἄπρακτος, ἠκολούθησε Καὶ συνεισῆλθεν εἰς τὸ τεῖχος.
阿格西劳斯因遭受猜忌而义愤填膺、难以忍受,但又耻于再次倒戈投向另一方,也耻于徒劳无功地彻底离去,便跟随他一同退入了城垣之内。
- 38.2ὡς δυσεξαπάτητον
连词 ὡς 与形容词 δυσεξαπάτητον 连用,表示产生惧怕的原因或视点(“因其难以被欺骗”),作直接宾语 τὴν ἀπειρίαν καὶ τὴν ἀμαθίαν 的谓语性补足语。
- 38.2τοῖς πρὸς ἄμυναν ὑπονοοῦσι Καὶ προσδοκῶσι τρεπομένοις
动词 ἐπάγουσι 所支配的与格补足成分。现在分词 ὑπονοοῦσι 与 προσδοκῶσι 并列,与 τρεπομένοις(“转向……的人”)呼应,统摄“预先戒备、推测并转向防御者”;πρὸς ἄμυναν 修饰 τρεπομένοις,表示防卫动作的方向。
- 38.3κελεύοντος αὐτοῦ
属格绝对结构。代词 αὐτοῦ 并非指主句主语内克塔纳比斯,而是依上下文指阿格西劳斯(由其催促即刻决战 διαμάχεσθαι...)。该独立结构将主句主语及其动作分置前后,随后由 ἔτι μᾶλλον ἐν ὑποψίᾳ... γενόμενος 引出主动作 ἀπεχώρησεν。
