← 普鲁塔克

阿格西劳斯传

§37.1-37.6

不满塔科斯与转投内克塔纳比斯

阿格西劳斯未能如愿获得全军统帅之职而仅掌管雇佣兵,不得不隐忍塔科斯的傲慢;在内克塔纳比斯叛变时,他以斯巴达的利益为借口背弃塔科斯转投叛军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

τότε δὲ συμμίξας τῷ Τάχῳ παρασκευαζομένῳ πρὸς τὴν στρατείαν, οὐχ, ὥσπερ ἤλπιζεν, ἁπάσης στρατηγὸς ἀπεδείχθη τῆς δυνάμεως, ἀλλὰ τῶν μισθοφόρων μόνων, τοῦ δὲ ναυτικοῦ Χαβρίας ὁ Ἀθηναῖος· ἡγεμὼν δὲ συμπάντων αὐτὸς ἦν ὁ Τάχως.

然而那时,当他与正筹备出征的塔科斯汇合时,并未如他所期望的那样被任命为全军统帅,而仅仅掌管雇佣兵部队,雅典人卡布里亚斯则统领舰队;全军总司令是塔科斯本人。

§37.2

καὶ τοῦτο πρῶτον ἠνίασε τὸν Ἀγησίλαον· ἔπειτα τὴν ἄλλην ἀλαζονείαν καὶ κενοφροσύνην τοῦ Αἰγυπτίου βαρυνόμενος ἠναγκάζετο φέρειν καὶ συνεξέπλευσεν ἐπὶ τοὺς Φοίνικας αὐτῷ, παρὰ τὴν ἀξίαν τὴν ἑαυτοῦ καὶ τὴν φύσιν ὑπείκων καὶ καρτερῶν, ἄχρι οὗ καιρὸν ἔλαβε.

这首先让阿格西劳斯感到不快;继而,埃及人的其他傲慢与浮夸虽令他不堪重负,他却被迫忍受,同他一起扬帆出征腓尼基人,违背自身的尊严与天性忍气吞声,直至寻得良机。

§37.3

Νεκτάναβις γὰρ ἀνεψιὸς ὢν τοῦ Τάχω καὶ μέρος ἔχων ὑφʼ ἑαυτῷ τῆς δυνάμεως ἀπέστη· καὶ βασιλεὺς ὑπὸ τῶν Αἰγυπτίων ἀναγορευθεὶς διεπέμπετο πρὸς τὸν Ἀγησίλαον ἀξιῶν αὐτῷ βοηθεῖν τὰ δʼ αὐτὰ καὶ τὸν Χαβρίαν παρεκάλει, μεγάλας ὑπισχνούμενος ἀμφοτέροις δωρεάς.

因为塔科斯的侄子内克塔纳比斯当时节制着一部分兵力,发动了叛乱;他被埃及人拥立为王,随即遣使联络阿格西劳斯,请求他予以协助;他也就同样的事恳请卡布里亚斯,许诺给两人以重赏。

§37.4

αἰσθομένου δὲ ταῦτα τοῦ Τάχω καὶ τραπομένου πρὸς δέησιν αὐτῶν, ὁ μὲν Χαβρίας ἐπειρᾶτο καὶ τὸν Ἀγησίλαον ἐν τῇ φιλίᾳ τοῦ Τάχω πείθων καὶ παραμυθούμενος κατέχειν, ὁ δὲ Ἀγησίλαος εἶπεν ὅτι σοὶ μέν, ὦ Χαβρία, κατὰ σεαυτὸν ἀφιγμένῳ χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς ἔξεστιν, ἐγὼ δὲ ὑπὸ τῆς πατρίδος ἐδόθην Αἰγυπτίοις στρατηγός, οὐκ οὖν ἂν ἔχοι μοι καλῶς οἷς ἐπέμφθην σύμμαχος πολεμεῖν,1 ἐὰν μὴ πάλιν ἡ πατρὶς κελεύσῃ.

塔科斯察觉到这一点后便转而恳求他们,卡布里亚斯一边劝说安抚,一边试图让阿格西劳斯也维持与塔科斯的友谊,但阿格西劳斯说道: “卡布里亚斯啊,你以个人身份前来,自可遵循自己的谋划;但我乃是由祖国交付给埃及人的统帅,除非祖国再次下令,否则我向自己作为盟友被派往的那些人开战,于我终究是不合宜的。”

§37.5

ταῦτα δὲ εἰπὼν ἔπεμψεν εἰς Σπάρτην ἄνδρας, οἳ τοῦ μὲν Τάχω κατηγορήσειν, ἐπαινέσεσθαι δὲ τὸν Νεκτάναβιν ἔμελλον. ἔπεμψαν δὲ κἀκεῖνοι δεόμενοι τῶν Λακεδαιμονίων, ὁ μὲν ὡς πάλαι σύμμαχος γεγονὼς καὶ φίλος, ὁ δὲ ὡς εὔνους καὶ προθυμότερος περὶ τὴν πόλιν ἐσόμενος. ἀκούσαντες οὖν οἱ Λακεδαιμόνιοι τοῖς μὲν Αἰγυπτίοις ἀπεκρίναντο φανερῶς Ἀγησιλάῳ περὶ τούτων μελήσειν, ἐκείνῳ δὲ ἐπέστειλαν ὁρᾶν κελεύοντες ὅπως πράξει τὸ τῇ Σπάρτῃ συμφέρον.

说完这番话,他便派人前往斯巴达,这些人打算控告塔科斯而赞誉内克塔纳比斯。那两人也各自派使节向拉凯达伊蒙人求助,一人声称自己早已是盟友和朋友,另一人则表示将对城邦怀有善意且更为热心。拉凯达伊蒙人听取之后,公开向埃及人答复说阿格西劳斯自会处理这些事务,而向他则发去指令,命他务必以符合斯巴达利益的方式行事。

§37.6

οὕτω δὴ λαβὼν τοὺς μισθοφόρους ὁ Ἀγησίλαος ἀπὸ τοῦ Τάχω μετέστη πρὸς τὸν Νεκτάναβιν, ἀτόπου καὶ ἀλλοκότου πράγματος παρακαλύμματι τῷ συμφέροντι τῆς πατρίδος χρησάμενος·2 ἐπεὶ ταύτης γε τῆς προφάσεως ἀφαιρεθείσης τὸ δικαιότατον ὄνομα τῆς πράξεως ἦν προδοσία. Λακεδαιμόνιοι δὲ τὴν πρώτην τοῦ καλοῦ μερίδα τῷ τῆς πατρίδος συμφέροντι διδόντες οὔτε μανθάνουσιν οὔτε ἐπίστανται δίκαιον ἄλλο πλὴν ὃ τὴν Σπάρτην αὔξειν νομίζουσιν.

于是阿格西劳斯便率领雇佣军从塔科斯转投内克塔纳比斯,以祖国的利益作为掩盖这一荒谬怪诞之举的遮羞布;因为一旦除去这一借口,这一行径最确切的名目无非就是背叛。然而拉凯达伊蒙人将美德的首要份额归于祖国的利益,除了他们认为能够壮大斯巴达的事物之外,他们既不研习也不懂得任何其他的正义。

语法注2 条
  1. 37.4οἷς ἐπέμφθην σύμμαχος πολεμεῖν

    关系代词 οἷς 融合了先行词,呈现为由 πολεμεῖν 所要求的与格(相当于 τούτοις)。在关系从句内部,σύμμαχος 为作谓语的主格,与动词 ἐπέμφθην 的隐含主语(ἐγώ)保持一致。

  2. 37.6ἀτόπου καὶ ἀλλοκότου πράγματος παρακαλύμματι τῷ συμφέροντι τῆς πατρίδος χρησάμενος

    动词 χρησάμενος 支配与格短语 τῷ συμφέροντι τῆς πατρίδος,而 παρακαλύμματι 作其谓语性同位语(“作为……的掩饰/借口”)。置于句首的属格短语 ἀτόπου καὶ ἀλλοκότου πράγματος 依附于 παρακαλύμματι,作修饰性的宾格性属格(“怪诞之事的外衣”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:37.1-37.6