← 普鲁塔克

阿格西劳斯传

§39.1-39.5

突破壕沟缺口突围与狭地大胜

阿格西劳斯利用合围壕沟未闭合的空隙抵消敌军人数优势并突围出城,随后又将敌军诱至两侧临渠的狭窄地带,再次化解敌方兵力优势而大获全胜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

ἐπελθόντων δὲ τῶν πολεμίων καὶ περιταφρευόντων τὴν πόλιν, αὖθις αὖ δείσας τὴν πολιορκίαν ὁ Αἰγύπτιος ἐβούλετο μάχεσθαι καὶ τοὺς Ἕλληνας μάλα συμπροθυμουμένους εἶχεν· οὐ γὰρ ἦν ἐν τῷ χωρίῳ σῖτος, ὁ δὲ Ἀγησίλαος οὐκ ἐῶν, ἀλλὰ κωλύων ἤκουε μὲν ἔτι μᾶλλον κακῶς ἢ πρότερον ὑπὸ τῶν Αἰγυπτίων καὶ προδότης ἀπεκαλεῖτο τοῦ βασιλέως, ἔφερε δὲ πρᾳότερον ἤδη τὰς διαβολὰς καὶ προσεῖχε τῷ καιρῷ τοῦ στρατηγήματος.

当敌人逼近并在城池周围开挖壕沟时,埃及人再次因惧怕遭受围困而意欲出城迎战,并且希腊人亦极为热烈地附和他,因为城内已无粮食。然而阿格西劳斯不仅不许,反而加以阻拦,致使他从埃及人那里听到了比以往更加恶毒的毁谤,甚至被斥为对国王的叛徒;但他此刻却更加心平气和地忍受着这些诬蔑,全神贯注于施展战术的时机。

§39.2

ἦν δὲ τοιόνδε. τάφρον ἔξωθεν ἦγον οἱ πολέμιοι περὶ τὸ τεῖχος βαθεῖαν ὡς παντάπασιν ἀποκλείσοντες αὐτούς, ὡς οὖν ἐγγὺς ἦσαν αἱ τελευταὶ τοῦ ὀρύγματος ἀπαντῶντος αὑτῷ καὶ περιϊόντος ἐν κύκλῳ τὴν πόλιν, ἑσπέραν ἀναμείνας γενέσθαι καὶ κελεύσας ἐξοπλίζεσθαι τοὺς Ἕλληνας ἔλεγεν ἐλθὼν πρὸς τὸν Αἰγύπτιον· ὁ μὲν τῆς σωτηρίας, ὦ νεανία, καιρὸς οὗτός ἐστιν, ὃν ἐγὼ διαφθεῖραι φοβούμενος οὐκ ἔφραζον πρὶν ἐλθεῖν.

其计谋如下:敌人在城墙外围挖掘一道深壕,企图将他们彻底封锁。于是,当那道环绕城池的壕沟两端眼看就要合拢汇合之际,阿格西劳斯等到夜幕降临,命令希腊人披挂整齐,然后来到埃及人面前说道: “年轻人,这便是脱险拯救的时机,我此前唯恐走漏风声坏了大事,故而在时机到来前未曾向你说明。

§39.3

ἐπεὶ δὲ ἡμῖν οἱ πολέμιοι τὴν ἀσφάλειαν αὐτοὶ διὰ τῶν χειρῶν παρεσκευάκασι, τοσαύτην ὀρυξάμενοι τάφρον, ἧς τὸ μὲν ἐξειργασμένον ἐκείνοις ἐμποδών ἐστι τοῦ πλήθους,1 τὸ δὲ διαλεῖπον ἡμῖν δίδωσιν ἴσῳ καὶ δικαίῳ μέτρῳ διαμάχεσθαι πρὸς αὐτούς, φέρε νῦν, προθυμηθεὶς ἀνὴρ ἀγαθὸς γενέσθαι καὶ μεθʼ ἡμῶν ἐπισπόμενος δρόμῳ σῶζε σεαυτὸν ἅμα καὶ τὴν στρατιάν.

如今敌人用他们自己的双手为我们准备好了生路,他们挖下了如此巨大的壕沟,其中完工的部分阻碍了他们自己人数优势的发挥,而尚未合拢的空隙则使我们得以在对等而公平的条件下与他们交战。来吧,奋勇立志作个好汉,随同我们冲杀出去,一并拯救你自己和你的军队。

§39.4

ἡμᾶς γὰρ οἱ μὲν κατὰ στόμα τῶν πολεμίων οὐχ ὑπομενοῦσιν, οἱ δὲ ἄλλοι διὰ τὴν τάφρον οὐ βλάψουσιν. ἐθαύμασεν οὖν ὁ Νεκτάναβις τοῦ Ἀγησιλάου τὴν δεινότητα, καὶ δοὺς ἑαυτὸν εἰς μέσα τὰ τῶν Ἑλλήνων ὅπλα καὶ προσπεσὼν ἐτρέψατο ῥᾳδίως τοὺς ἀντιστάντας. ὡς δὲ ἅπαξ ἔλαβε πειθόμενον αὑτῷ τὸν Νεκτάναβιν ὁ Ἀγησίλαος, αὖθις ἐπῆγε τὸ αὐτὸ στρατήγημα καθάπερ πάλαισμα τοῖς πολεμίοις.

因为敌军正面挡道者绝难抵挡我们,而其余之众受壕沟所限亦无法伤及我们分毫。” 内克塔纳比斯于是对阿格西劳斯的智谋惊叹不已,遂投身于希腊重装步兵的战阵之中,猛扑过去,轻易击溃了当面迎战之敌。而阿格西劳斯一旦使内克塔纳比斯听从于自己,便如摔跤动作一般,再次向敌军施展了相同的策略。

§39.5

τὰ μὲν γὰρ ὑποφεύγων καὶ ὑπάγων, τὰ δὲ ἀντιπεριχωρῶν, ἐμβάλλει τὸ πλῆθος αὐτῶν εἰς τόπον ἔχοντα διώρυχα βαθεῖαν ἐξ ἑκατέρας πλευρᾶς παραρρέουσαν, ὧν τὸ μέσον ἐμφράξας καὶ καταλαβὼν τῷ μετώπῳ τῆς φάλαγγος ἐξίσωσε πρὸς τοὺς μαχομένους τῶν πολεμίων τὸ πλῆθος, οὐκ ἔχοντας περιδρομὴν καὶ κύκλωσιν.2 ὅθεν οὐ πολὺν χρόνον ἀντιστάντες ἐτράποντο· καὶ πολλοὶ μὲν ἀνῃρέθησαν, οἱ δὲ φεύγοντες ἐσκεδάσθησαν καὶ διερρύησαν.

他时而假装退却以诱敌深入,时而迂回走位变换阵势,终将敌人的大军逼入一处两侧均有深渠流经的地带。他以方阵的正面封堵并占据了双渠之间的空当,使投入作战的敌军人数与己方对等,令他们无法迂回与包抄。因此,敌军未能抵抗多久便全线溃退;许多人被斩杀,逃散之人亦流散瓦解殆尽。

语法注2 条
  1. 39.3ἐμποδών ἐστι τοῦ πλήθους

    副词短语 ἐμποδών ἐστι 后接的属格 τοῦ πλήθους 可视作分离属格或关系/限定属格,意为“阻碍了他们人数优势的发挥”。

  2. 39.5οὐκ ἔχοντας περιδρομὴν καὶ κύκλωσιν

    现在分词 οὐκ ἔχοντας 为阳性宾格复数,在语法上并未与中性单数名词 τὸ πλῆθος 一致,而是依照语意(constructio ad sensum)修饰由 τὸ πλῆθος 或 τῶν πολεμίων 所指代的全体敌军兵士。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:39.1-39.5