- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:36.1-36.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西劳斯不顾众人非议,作为雇佣统帅前往埃及协助塔科斯;而前来迎接的埃及人见其衣着简朴且拒收奢华礼物,遂对其外貌与怪僻举止多加嘲弄。
ἔτι δὲ μᾶλλον ἠδόξησε Τάχῳ τῷ Αἰγυπτίῳ στρατηγὸν ἐπιδοὺς ἑαυτόν· οὐ γὰρ ἠξίουν ἄνδρα τῆς Ἑλλάδος ἄριστον κεκριμένον καὶ δόξης ἐμπεπληκότα τὴν οἰκουμένην, ἀποστάτῃ βασιλέως, ἀνθρώπῳ βαρβάρῳ, χρῆσαι τὸ σῶμα καὶ τοὔνομα καὶ τὴν δόξαν ἀποδόσθαι χρημάτων, ἔργα μισθοφόρου καὶ ξεναγοῦ διαπραττόμενον.
他因将自己作为统帅奉献给埃及人塔科斯而招致了更为严重的非议。因为人们认为,一个被判定为希腊之冠、令威名响彻整个文明世界的人,竟然将自己的身躯借给一个反叛国王的异族野蛮人,出卖名号与声誉以换取金钱,从事雇佣军人和外籍佣兵队长的勾当,实在不成体统。
κεἰ γὰρ ὑπὲρ ὀγδοήκοντα γεγονὼς ἔτη καὶ πᾶν ὑπὸ τραυμάτων τὸ σῶμα κατακεκομμένος ἐκείνην αὖθις ἀνεδέξατο τὴν καλὴν καὶ περίβλεπτον ἡγεμονίαν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, οὐ πάμπαν ἄμεμπτον εἶναι τὴν φιλοτιμίαν·1 τοῦ γὰρ καλοῦ καιρὸν οἰκεῖον εἶναι καὶ ὥραν, μᾶλλον δὲ ὅλως τὰ καλὰ τῶν αἰσχρῶν τῷ μετρίῳ διαφέρειν.
因为即便他在年过八十、遍体鳞伤之际,再次承担起那份为了希腊人的自由而设立的崇高而瞩目的统领重任,他的好胜心也未必全然无可指责;因为美好的事物自有其适宜的时机与成熟时刻,或者毋宁说,一切美善之事全赖适度而与丑恶相区别。
οὐ μὴν ἐφρόντιζε τούτων ὁ Ἀγησίλαος, οὐδὲ ᾤετο παρʼ ἀξίαν εἶναι λειτούργημα δημόσιον οὐδέν, ἀλλὰ μᾶλλον ἀνάξιον ἑαυτοῦ τὸ ζῆν ἄπρακτον ἐν τῇ πόλει καὶ καθῆσθαι περιμένοντα τὸν θάνατον, ὅθεν ἀθροίσας μισθοφόρους ἀφʼ ὧν ὁ Τάχως αὐτῷ χρημάτων ἔπεμψε, καὶ πλοῖα πληρώσας, ἀνήχθη, τριάκοντα συμβούλους ἔχων μεθʼ ἑαυτοῦ Σπαρτιάτας, ὡς πρότερον.
然而阿格西劳斯并不在意这些议论,他也并不认为有任何公共职役是失其体面的,反而认为对自己而言,在城邦中碌碌无为、坐以待毙才更失体统。于是,他利用塔科斯送来的资金招募雇佣兵,装配船只,如往常一样携带着三十名斯巴达顾问启航出征。
ἐπεὶ δὲ κατέπλευσεν εἰς τὴν Αἴγυπτον, εὐθὺς οἱ πρῶτοι τῶν βασιλικῶν ἡγεμόνων καὶ διοικητῶν ἐβάδιζον ἐπὶ ναῦν θεραπεύοντες αὐτόν, ἦν δὲ καὶ τῶν ἄλλων Αἰγυπτίων σπουδή τε μεγάλη καὶ προσδοκία διὰ τοὔνομα καὶ τὴν δόξαν τοῦ Ἀγησιλάου, καὶ συνετρόχαζον ἅπαντες ἐπὶ τὴν θέαν.
当他驶抵埃及时,王室的高级将领和主管官吏们立刻前往船边殷勤接待;而由于阿格西劳斯的名声和威望,其他埃及人也同样怀着极大的热情和期待,大家争相奔走前去一睹其风采。
ὡς δὲ ἑώρων λαμπρότητα μὲν καὶ κατασκευὴν οὐδεμίαν, ἄνθρωπον δὲ πρεσβύτην κατακείμενον ἔν τινι πόᾳ παρὰ τὴν θάλασσαν, εὐτελῆ καὶ μικρὸν τὸ σῶμα, τραχὺ καὶ φαῦλον ἱμάτιον ἀμπεχόμενον, σκώπτειν αὐτοῖς καὶ γελωτοποιεῖν ἐπῄει, καὶ λέγειν ὅτι τοῦτο ἦν τὸ μυθολογούμενον ὠδίνειν ὄρος, εἶτα μῦν ἀποτεκεῖν.
然而,当他们看到没有任何排场和讲究的陈设,只有一个老头躺在海边的一片草地上,身躯矮小萎靡,身穿粗劣简陋的斗篷时,他们心中便油然升起嘲弄和戏谑之意,并纷纷议论说,这正如谚语所言“大山阵痛,产出一鼠”。
ἔτι δὲ μᾶλλον αὐτὸν τὴν ἀτοπίαν ἐθαύμασαν,2 ὅτε ξενίων προσκομισθέντων καὶ προσαχθέντων ἄλευρα μὲν καὶ μόσχους καὶ χῆνας ἔλαβε, τραγήματα δὲ καὶ πέμματα καὶ μύρα διωθεῖτο, καὶ βιαζομένων λαβεῖν καὶ λιπαρούντων ἐκέλευσε τοῖς εἵλωσι διδόναι κομίζοντας. τῇ μέντοι στεφανωτρίδι βύβλῳ φησὶν αὐτὸν ἡσθέντα Θεόφραστος διὰ τὴν λιτότητα καὶ καθαριότητα τῶν στεφάνων αἰτήσασθαι καὶ λαβεῖν, ὅτε ἀπέπλει, παρὰ τοῦ βασιλέως.
当款待的礼品送达呈上时,埃及人对他的怪异举止更加感到诧异:他只收下了面粉、牛犊和鹅,却将干果点心、糕饼和香油推拒一旁;在他们苦苦劝求强要他收下时,他便吩咐将这些东西拿去给黑劳士们。不过,泰奥弗拉斯托斯记载说,他倒是非常喜欢那种用于编织冠冕的纸莎草,因其冠带的质朴与洁净,而在起航返程时向国王索取并获赠了这种植物。
- 36.2οὐ πάμπαν ἄμεμπτον εἶναι τὴν φιλοτιμίαν
不定式 εἶναι 承接前文 οὐ γὰρ ἠξίουν 所引出的间接引语或评价语境。该句为条件从句 κεἰ γὰρ ... ἀνεδέξατο(直陈式过去时)的主句结论部分,原本用于表达过去与事实相反的假设,但在间接引语结构中以不定式呈现。
- 36.6αὐτὸν τὴν ἀτοπίαν ἐθαύμασαν
此处由表示人的宾格 αὐτόν 与表示其特征属性的宾格 τὴν ἀτοπίαν 构成双宾格结构(整体与部分宾格,或关联宾格)。其语义相当于用属格表示的 αὐτοῦ τὴν ἀτοπίαν(对他行事之怪异感到惊奇),但结构上更具修辞上的强调效果。
