- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:35.1-35.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在曼提尼亚战役中埃帕米农达阵亡,全希腊达成和平,但阿格西劳斯因执意收复美塞尼亚而拒绝接纳其盟誓,导致斯巴达陷入孤立的战争并招致舆论谴责。
ὀλίγαις δὲ ὕστερον ἡμέραις περὶ τὴν Μαντίνειαν ἐμαχέσαντο, καὶ τὸν Ἐπαμεινώνδαν ἤδη κρατοῦντα τῶν πρώτων, ἔτι δὲ ἐγκείμενον καὶ κατασπεύδοντα τὴν δίωξιν, Ἀντικράτης Λάκων ὑποστὰς ἔπαισε δόρατι μέν, ὡς Διοσκουρίδης ἱστόρηκε, Λακεδαιμόνιοι δὲ Μαχαιρίωνας ἔτι νῦν τοὺς ἀπογόνους τοῦ Ἀντικράτους καλοῦσιν, ὡς μαχαίρᾳ πατάξαντος.1
数日后,他们在曼提尼亚一带交战。当时埃帕米农达已经击溃了前锋部队,正乘胜紧追、加紧追击,拉科尼亚人安提克拉忒斯挺身迎敌并刺中了他;正如迪奥斯科里得斯所记述的,他是用长矛刺中的,但拉栖代梦人直到今日仍将安提克拉忒斯的后代称为“短剑手”,理由是他曾以短剑刺杀之。
οὕτω γὰρ ἐθαύμασαν καὶ ὑπερηγάπησαν αὐτὸν φόβῳ τοῦ Ἐπαμεινώνδου ζῶντος, ὥστε τιμὰς μὲν ἐκείνῳ καὶ δωρεὰς ψηφίσασθαι, γένει δʼ ἀτέλειαν, ἣν ἔτι καὶ καθʼ ἡμᾶς ἔχει Καλλικράτης, εἷς τῶν Ἀντικράτους ἀπογόνων. μετὰ δὲ τὴν μάχην καὶ τὸν θάνατον τοῦ Ἐπαμεινώνδου γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς αὑτούς, ἀπήλαυνον οἱ περὶ τὸν Ἀγησίλαον τοῦ ὅρκου τοὺς Μεσσηνίους, ὡς πόλιν οὐκ ἔχοντας.
因为他们在埃帕米农达生前对他畏惧至极,以至对安提克拉忒斯赞佩爱戴有加,不仅通过决议授予他本人种种荣誉与赏赐,还赐予其家族免税特权——直到我们这个时代,安提克拉忒斯的后裔之一卡利克拉忒斯仍然享有这一特权。但在战役结束及埃帕米农达阵亡后,希腊各邦彼此缔结和约之际,阿格西劳斯及其随从却以美塞尼亚人没有城邦为由,试图将其排除在盟誓之外。
ἐπεὶ δὲ οἱ λοιποὶ πάντες ἐδέχοντο καὶ τοὺς ὅρκους ἐλάμβανον παρʼ αὐτῶν, ἀπέστησαν οἱ Λακεδαιμόνιοι, καὶ μόνοις αὐτοῖς πόλεμος ἦν ἐλπίζουσιν ἀναλήψεσθαι τὴν Μεσσηνίαν. βίαιος οὖν ἐδόκει καὶ ἀτενὴς καὶ πολέμων ἄπληστος ὁ Ἀγησίλαος εἶναι, τὰς μὲν κοινὰς διαλύσεις πάντα τρόπον ὑπορύττων καὶ ἀναβάλλων, πάλιν δὲ ὑπὸ χρημάτων ἀπορίας ἀναγκαζόμενος ἐνοχλεῖν τοῖς κατὰ πόλιν φίλοις καὶ δανείζεσθαι καὶ συνερανίζεσθαι, δέον ἀπηλλάχθαι κακῶν εἰς τοῦτο περιήκοντι τῷ καιρῷ,2 καὶ μὴ τὴν ἅπασαν ἀρχὴν τοσαύτην γενομένην ἀφεικότα καὶ πόλεις καὶ γῆν καὶ θάλατταν, ὑπὲρ τῶν ἐν Μεσσήνῃ κτημάτων καὶ προσόδων σφαδάζειν.
然而,当其余所有各方都接纳美塞尼亚人并接受他们的誓约时,拉栖代梦人便退出了和约,唯独寄望于收复美塞尼亚的他们仍处于战争状态。因此,阿格西劳斯被认为专横强硬、穷兵黩武,他千方百计暗中破坏并拖延普遍的议和,同时又因资金匮乏而被迫向城邦中的盟友们四处叨扰、借贷并筹措摊派捐款;其实既然时势已落到这般田地,本应摆脱苦难,而不应在已经放弃了曾经如此辽阔的整个帝国——包括诸城邦、陆地与海洋——之后,还为了美塞尼亚的地产与收益而拼死挣扎。
- 35.1ὡς μαχαίρᾳ πατάξαντος
由 ὡς 引出的属格独立结构,表示主观认定的理由或名义(“因其用短剑刺杀之”)。其逻辑主语(安提克拉忒斯)由上文语境自然省去并可轻易补出。
- 35.4δέον ἀπηλλάχθαι κακῶν εἰς τοῦτο περιήκοντι τῷ καιρῷ
由非人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的宾格独立结构(accusative absolute),表示转折及与事实相反的情理(“本应……却未……”)。后面的不定式 ἀπηλλάχθαι 与 μὴ ... σφαδάζειν 均受其统辖,而 εἰς τοῦτο περιήκοντι τῷ καιρῷ 则作为环境/时间与格(“在时局发展至此之际”)。
