← 普鲁塔克

阿格西劳斯传

§34.1-34.8

埃帕米农达奇袭与斯巴达死守

因墨塞涅复国招致怨愤的阿格西劳斯拒绝议和,险遭埃帕米农达奇袭斯巴达本土;但在阿格西劳斯、阿基达马斯以及赤身陷阵的青年伊西达斯的英勇奋战下,斯巴达化险为夷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

οἰκιζομένης δὲ Μεσσήνης ὑπὸ τῶν περὶ τὸν Ἐπαμεινώνδαν, καὶ τῶν ἀρχαίων πολιτῶν πανταχόθεν εἰς αὐτὴν συμπορευομένων, διαμάχεσθαι μὲν οὐκ ἐτόλμων οὐδὲ κωλύειν ἐδύναντο, χαλεπῶς δὲ καὶ βαρέως πρὸς τὸν Ἀγησίλαον εἶχον, ὅτι χώραν οὔτε πλήθει τῆς Λακωνικῆς ἐλάττονα καὶ πρωτεύουσαν ἀρετῇ τῆς Ἑλληνικῆς1 ἔχοντες καὶ καρπούμενοι χρόνον τοσοῦτον ἐπὶ τῆς ἐκείνου βασιλείας ἀπολωλέκασι.

当埃帕米农达及其党羽营建墨塞涅、昔日的公民们从四面八方汇聚于该城时,斯巴达人既不敢交锋迎战,也无力予以阻拦,反而对阿格西劳斯深怀怨恨与不满,因为他们占有并享用了一处在面积上不亚于拉科尼亚、在肥沃度上位居全希腊之首的土地如此久远,却在他统治期间痛失之。

§34.2

διὸ καὶ προτεινομένην ὑπὸ τῶν Θηβαίων τὴν εἰρήνην ὁ Ἀγησίλαος οὐκ ἐδέξατο. μὴ βουλόμενος δὲ τῷ λόγῳ προέσθαι τοῖς ἔργῳ κρατοῦσι τὴν χώραν, ἀλλὰ φιλονεικῶν, ἐκείνην μὲν οὐκ ἀπέλαβε, μικροῦ δὲ τὴν Σπάρτην προσαπέβαλε2 καταστρατηγηθείς.

因此,阿格西劳斯也未接受底比斯人提出的和平方案。他不愿在名义上将土地割让给那些凭武力实际掌控之的人,反而执意争强好胜,不仅未能收复该地,反因中计受欺,差一点连斯巴达本身也一并丧失。

§34.3

ἐπεὶ γὰρ οἱ Μαντινεῖς αὖθις ἀπέστησαν τῶν Θηβαίων καὶ μετεπέμποντο τοὺς Λακεδαιμονίους, αἰσθόμενος ὁ Ἐπαμεινώνδας τὸν Ἀγησίλαον ἐξεστρατευμένον μετὰ τῆς δυνάμεως καὶ προσιόντα, λαθὼν τοὺς Μαντινεῖς ἀνέζευξε νυκτὸς ἐκ Τεγέας ἄγων ἐπʼ αὐτὴν τὴν Λακεδαίμονα τὸ στράτευμα, καὶ μικρὸν ἐδέησε παραλλάξας τὸν Ἀγησίλαον ἔρημον ἐξαίφνης καταλαβεῖν τὴν πόλιν.3

因为当曼提尼亚人再次背叛底比斯人并召请拉栖代梦人时,埃帕米农达察觉阿格西劳斯已率军出征且正步步进逼,便避过曼提尼亚人的耳目,于夜间率军自忒革亚开拔,直捣拉栖代梦本土,在与阿格西劳斯交错而过后,差一点便出其不意地占领了防备空虚的城池。

§34.4

Εὐθύνου δὲ Θεσπιέως, ὡς Καλλισθένης φησίν, ὡς δὲ Ξενοφῶν, Κρητός τινος, ἐξαγγείλαντος τῷ Ἀγησιλάῳ, ταχὺ προπέμψας ἱππέα τοῖς ἐν τῇ πόλει φράσοντα, μετʼ οὐ πολὺ καὶ αὐτὸς παρῆλθεν εἰς τὴν Σπάρτην. ὀλίγῳ δὲ ὕστερον οἱ Θηβαῖοι διέβαινον τὸν Εὐρώταν καὶ προσέβαλλον τῇ πόλει, μάλα ἐρρωμένως τοῦ Ἀγησιλάου καὶ παρʼ ἡλικίαν ἐπαμύνοντος.

然而,正如卡利斯忒涅斯所言,是忒斯庇埃人尤堤努斯,或者如色诺芬所言,是某位克里特人向阿格西劳斯报了信,他迅速派出一名骑兵向城内居民通风报信,不久之后他本人也赶回了斯巴达。少顷,底比斯人渡过欧罗塔斯河并猛攻城池,而阿格西劳斯奋勇抵抗,其英勇全然超乎其年岁。

§34.5

οὐ γὰρ, ὡς πρότερον, ἀσφαλείας ἑώρα τὸν καιρὸν ὄντα καὶ φυλακῆς, ἀλλὰ μᾶλλον ἀπονοίας καὶ τόλμης, οἷς τὸν ἄλλον χρόνον οὐδέποτε πιστεύσας οὐδὲ χρησάμενος, τότε μόνοις ἀπεώσατο τὸν κίνδυνον, ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδου τὴν πόλιν ἐξαρπάσας, καὶ στήσας τρόπαιον, καὶ τοῖς παισὶ καὶ ταῖς γυναιξὶν ἐπιδείξας τὰ κάλλιστα τροφεῖα τῇ πατρίδι τοὺς Λακεδαιμονίους ἀποδιδόντας, ἐν δὲ πρώτοις τὸν Ἀρχίδαμον ἀγωνιζόμενον ὑπερηφάνως τῇ τε ῥώμῃ τῆς ψυχῆς καὶ τῇ κουφότητι τοῦ σώματος, ὀξέως ἐπὶ τὰ θλιβόμενα τῆς μάχης διαθέοντα διὰ τῶν στενωπῶν καὶ πανταχοῦ μετʼ ὀλίγων ἀντερείδοντα τοῖς πολεμίοις· Ἰσίδαν δὲ δοκῶ, τὸν Φοιβίδου υἱόν, οὐ τοῖς πολίταις μόνον, ἀλλὰ καὶ τοῖς πολεμίοις θέαμα φανῆναι καινὸν καὶ ἀγαστόν.

因为他看清此时并非如从前那般需要稳妥与防范,而是需要决绝与胆魄——他在其他岁月中从未信赖亦未采用过这些品质,然而唯有在此时,他单凭它们击退了危难,将城池从埃帕米农达手中夺回,树立了战功纪念碑,并向妇孺展示了拉栖代梦人正为祖国献上最崇高的抚育之报偿,其中首当其冲的是阿基达马斯,他凭借心灵的坚毅与身躯的敏捷展现出无比昂扬的斗志,穿过窄巷迅速奔赴战况吃紧的阵地,各处仅凭少数人便顶住了敌军;而我认为,福比达斯之子伊西达斯不仅在同胞眼中,甚至在敌人看来,也是一幕新奇且令人惊叹的景象。

§34.7

ἦν μὲν γὰρ ἐκπρεπὴς τὸ εἶδος καὶ τὸ μέγεθος τοῦ σώματος, ὥραν δὲ ἐν ᾗ τὸ ἥδιστον ἀνθοῦσιν ἄνθρωποι παριόντες εἰς ἄνδρας ἐκ παίδων εἶχε, γυμνὸς δὲ καὶ ὅπλων τῶν σκεπὸν τῶν καὶ ἱματίων, λίπα χρισάμενος τὸ σῶμα, καὶ τῇ μὲν ἔχων χειρὶ λόγχην, τῇ δὲ ξίφος, ἐξήλατο τῆς οἰκίας, καὶ διὰ μέσων τῶν μαχομένων ὠσάμενος ἐν τοῖς πολεμίοις ἀνεστρέφετο, παίων τὸν προστυχόντα καὶ καταβάλλων.

因为他在容貌与体魄上皆出类拔萃,正值由少年步入成年、生命绽放得最为悦人的盛期年华,但他赤身裸体,既无防身甲胄亦无衣物,全身涂抹橄榄油,一手持矛,另一手执剑,由家中跃出,冲入交战者中间并在敌阵中左冲右突,击打迎面遇上之人并将其击倒。

§34.8

ἐτρώθη δὲ ὑπʼ οὐδενός, εἴτε θεοῦ διʼ ἀρετὴν φυλάττοντος αὐτόν, εἴτε μεῖζόν τι καὶ κρεῖττον ἀνθρώπου φανεὶς τοῖς ἐναντίοις. ἐπὶ τούτῳ δὲ λέγεται τοὺς ἐφόρους στεφανώσαντας αὐτὸν εἶτα χιλίων δραχμῶν ἐπιβαλεῖν ζημίαν,4 ὅτι χωρὶς ὅπλων διακινδυνεύειν ἐτόλμησεν.

他未受一人所伤,或是因神明因其勇武而庇佑他,抑或他在敌军眼中显得宛如某种比凡人更伟大、更强大的存在。据说对此,监察官们先是为他加冕以示嘉奖,继而因他胆敢不着铠甲冒死涉险而对他课以一千德拉克马的罚金。

语法注4 条
  1. 34.1ὅτι χώραν οὔτε πλήθει τῆς Λακωνικῆς ἐλάττονα καὶ πρωτεύουσαν ἀρετῇ τῆς Ἑλληνικῆς

    τῆς Ἑλληνικῆς 是省略了 χώρας 的形式,作为部分属格(partitive genitive)从属于具有最高级意味的分词 πρωτεύουσαν(“在希腊土地中位居首位”)。与之相对,τῆς Λακωνικῆς 是由比较级 ἐλάττονα 支配的比较属格(genitive of comparison)。

  2. 34.2μικροῦ δὲ τὴν Σπάρτην προσαπέβαλε

    μικροῦ 是 μικροῦ δεῖν 的惯用省略表达,作副词意为“几乎”、“差一点”。在此与直陈语气不定过去时 προσαπέβαλε 连用,表示某事险些发生。

  3. 34.3μικρὸν ἐδέησε παραλλάξας τὸν Ἀγησίλαον ἔρημον ἐξαίφνης καταλαβεῖν τὴν πόλιν

    这是无人称表达 μικρὸν ἐδέησε(“差一点便……”)支配不定式 καταλαβεῖν(“占领”)的结构。分词 παραλλάξας 采用主格单数,与不定式隐含的逻辑主语(埃帕米农达)在性数格上保持一致。

  4. 34.8ἐπὶ τούτῳ δὲ λέγεται τοὺς ἐφόρους στεφανώσαντας αὐτὸν εἶτα χιλίων δραχμῶν ἐπιβαλεῖν ζημίαν

    由无人称动词 λέγεται 引出的“对格+不定式”结构。τοὺς ἐφόρους 作不定式 ἐπιβαλεῖν 的对格主语,分词 στεφανώσαντας 与其保持一致,表示先行动作(“加冕之后,接着……”)。χιλίων δραχμῶν 是修饰 ζημίαν 的价值或罚金属格(genitive of penalty)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:34.1-34.8